Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Θαλασσίῳ τούτῳ τὸ μὲν ὄνομα πατρῷον, ὁ τρόπος δὲ τοῦ ’κείνου καλλίων. τίς μὲν γὰρ οὕτως ἐπιεικής, τίς δὲ χρηστός; τίς ἦρξε μᾶλλον φιλίας; τίς ἐτήρησε συστᾶσαν; τίς ἀπέσχετο σκωμμάτων; τίς ἤνεγκε σκώμματα;

λόγων δὲ μετ- έσχε μέν, οὐχ ὅσων ἐβούλετο, διὰ τὴν ὀρφανίαν, τούτῳ δὲ ἀλγῶν αὐτῷ, παρ’ οἷς οἶδεν ὄντας λόγους εὐδαιμονίζει τε καὶ φιλεῖ, ζῶν δὲ ἐν πλούτῳ μεγάλῳ σωφρονεῖ μὲν πλέον τῶν πενομένων, εἰς δὲ τὸ τοῖς πένησιν ἀμύνειν χρῆται τοῖς οὖσι κατὰ τοῦτο μόνον ἐπαινῶν τὸ πλουτεῖν, ὅτι συμπράττει πρὸς ἐπίδειξιν φύσει γενναίᾳ.

ταῦτ’ οὐδὲ τὸν Στρατήγιον λαν- θάνει, θαυμάζων δέ, ὥσπερ ἡμεῖς, ζητεῖ τε ἀπόντα καὶ παρ- όντι χαίρει. καὶ δὴ καὶ πολλάκις ἤρετο· τί δὴ μόνος οὐδὲν ἐπαγγέλλει; δοῦναι μὲν γὰρ ἕτοιμος ὁ νεανίσκος, αἰτῆσαι [*](7 VI γ΄, κ΄. Va δ΄, κ΄. Vo δ΄, k. S γ΄, γ΄. Vi μ') [*](8 Sievers 233, 3. Seeck 85. 346. Silomon 13 9 Seeck 290 et 289 18 Seeck 282) [*](1 τῶν scripsi auctore Re τοῦ VVaVo Wolf τὸ SVi 2 καὶ γὰρ εἰ μὲν reposui e libris καὶ μὲν γὰρ εἴπερ Wolf 8 τῷ αὐτῶ (i. e. Ἀρισταινέτῳ) S 9 πατρῷον S 10 κείνου VVaS Wolf Ι καλλίων V sed βελτίων in marg m 5 11 δὲ post τίς(1) S Ι δὲ post τίς(2) Wolf delevi Ι ἐτήρησεν Va Ι συστάσας Vi om VaVo Wolf 21 ἐπαγγέλλει V sed ει in οι corr m 5, Vo sed ει ex ῃ corr m 4 ἐπαγγέλοι S ἐπαγγέλλῃ Clericus et Wolf Add 861)

310
δὲ βραδύς. εἰ δὲ ὀφθείη που, πανταχόθεν ἐγκώμια παρά τε τῶν εὖ πεπονθότων καὶ τῶν τοὺς εὖ παθόντας ειδότων.