Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Νῦν ἔδει τοὺς οἰκείους Γαυδεντίου πρὸς ἡμᾶς ὅσα ὑπὸ σοῦ πεπόνθασιν ἀγαθὰ γράφειν, ἀλλ’ ἐπειδὴ μέλλουσιν εὖ πείσεσθαι, δεῖ γὰρ οὕτω λέγειν, ἡμεῖς ἔτι σε παρακαλοῦμεν ἰδεῖν ἡδέως Ἀλέξανδρον καὶ Πασίωνα, περὶ ὧν πρὸς παρόντα ποιούμενοι λόγους ἑωρῶμεν ὑπισχνούμενον.

εἰκὸς δὲ ἦν σε καὶ μηδὲν ἀκούσαντα τῇδε, γνόντα δὲ ἐκεῖ τίνι προσή- κουσι κατὰ γένος, αἰδοῖ τοῦ ῥήτορος ἀμῦναι τοῖν ἀνδροῖν νῦν δὲ οἶδέ βουλομένῳ μὴ βοηθεῖν ἔστι· κατένευσας γὰρ τῇ [*](11 Vi γ΄, [ιθ΄]. Va δ΄, ιθ΄. Vo δ΄, ιθ΄. S δ΄, ε΄. Vi νς΄) [*](2 Seeck 289 12 Seeck 207. 846. Silomon 7 sq. 13 Seeck 55 16 Seeck 55 VII 20 Il. α 527) [*](2 θαλλάσσου θαλάσσου V θαλάσσου VaVo corr Wolf 3 num τὸ θυγάτριον? 4 λαμβάνει scripsi e VVo ut coni Wolf Add 861 Re λαμβάνειν Va Wolf 5 ἔχει scripsi e V εἶχε Va Vo Wolf 9 ἀγγέλλῃ scripsi ἀγγέλη V sed η in ει corr m 5, Va ἀγγελεῖ Vo Wolf Ι δὴ reposui e libris ut coni Wolf Add 861 διὰ Wolf νὴ Δία Re 12 τῷ αὐτῶ (i. e. αξίμῳ) SVi 15 λέγειν, ἡμεῖς scripsi e V λέγειν ἡμῖν. Va Vo Wolf λέγειν, SVi 16 ὡς ante πρὸς S 18 μηδὲ Vi Ι τίνι scripsi e VVoSVi τίσι Va Wolf 19 ἀμύναι VaVo 20 μὴ reposui e libris ut coni Re μηδὲ Wolf Ι ἐστιν Va) libri Wolf | σοι post ἐστί S Ι κατἐ- νευσα Vo)

309
κεφαλῇ.

τῶν μὲν οὖν ἄχρι τοῦδε τὰς ἀσχολίας αἰτιῶμαι, τὰ μέλλοντα δὲ ἔστω τῶν προτέρων βελτίω. καὶ γὰρ εἰ μὶν ἀπ’ ἄλλου του πρὸς τὸ ἄρχειν ἐληλύθεις, ἴσως ἂν ἦν λόγος ἀμελοῦντι τῶν λόγων· νῦν δέ, οὗτοι γάρ σε τοσοῦτον ἔθηκαν, φαίνου σπουδάζων περὶ τοὺς κεκτημένους ὑφ’ οὐ γεγένησαι 5 μέγας.