Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Πείθων με γράψαι σοι Διονύσιος ἐκεῖνο πρότερον ἔπει- θεν, ὅτι μου μετ’ εὐφημίας μνημονεύεις. καὶ ἔπειθέ γε ῥᾳ- δίως. ἐγώ τε γὰρ τὸν Προκόπιον ἐν μουσείοις εὐχόμην ἀγα- θὸν γενέσθαι σέ τε εἰκὸς τὸν οὕτως ἐσχηκότα πρὸς ἐκεῖνον ἐν τοῖς ἐπιτηδείοις ἀριθμεῖν.

ἦν οὖν ἀκόλουθον τῷ γράψαι θαρρῆσαι τὸ μηδ’ ἐπαγγεῖλαι χάριν ὀκνῆσαι καὶ ταῦτα τῆς χάριτος πάλαι παρ’ ὑμῶν δοθείσης πρὶν αἰτῆσαί τινα. ἕνα δὲ ὁ λόγος μὴ εἰς αἴνιγμα πέσῃ, σαφέστερον ἐρῶ.

Προκόπιος εὖ ποιῶν ἠλέησε Διονύσιον ὁρῶν αὐτὸν ἐν πενίᾳ μετὰ τὸν τοῦ πατρὸς φόνον, ὅπως δὲ μὴ σπάνει τροφῆς στεροῖτο λό- γων, τάττει φέρειν αὐτῷ τοὺς ἐπιτρόπους τῶν χωρίων ἐκ μὲν Κιλικίας τὰ καὶ τά, ἐκ δὲ τῶν περὶ τὸν Εὐφράτην τόπων ἕτερα τοσαῦτα.