Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Συνηχθέσθην μέν σοι τὴν γυναῖκα ἀποβαλόντι, συνή- σθην δὲ τὴν συμφορὰν γενναίως ἐνεγκόντι· τὸ μὲν γὰρ ἐπή- ρειαν Τύχης, τὸ δὲ δείκνυσιν ἀρετήν. ἕξεις δὲ καὶ τουτονὶ Ῥητόριον οὐ φαύλην παραψυχὴν διὰ πολλῶν μὲν ῥητόρων, οὐκ ἐλαττόνων δὲ ποιητῶν ἀφιγμένον καὶ ὄντα ἀγαθὸν καὶ τοῦτο κἀκεῖνο.

σὲ μὲν οὖν αὐτῷ φίλον ποιεῖ τά τε ἐμὰ γράμματα καὶ τὸ τοῖς σοῖς οἰκείοις συμπεφοιτηκέναι τὸν ἄν- δρᾶ, τούτῳ δὲ εὔνουν ἐμὲ δύο τὰ μέγιστα ποιεῖ. μαθητὴς γὰρ ὢν ἐμὸς διδασκάλου μοι παῖς ἐστι, πάντως δὲ τὸν Δίδυμον οὐκ ἀγνοεῖς, εἰ μὴ καὶ τὴν Μεγάλην ἀγνοεῖς πόλιν, ἐν ᾗ τῆς αὑτοῦ παιδείας ἐκεῖνος μετεδίδου νύκτα καὶ ἡμέραν ῥέων [*](7 VI γ΄, η΄. Va δ΄, η΄ Vo δ΄, η΄ S β΄, οη΄. Vi ρξβ΄) [*](8 cf. ep. 317 Sievers 77 not. 42. Seeck 271. 842. Silomon 9 12 cf. ep. 317 17 Seeck 251) [*](1 ἐπαιγύπτου πάρεισιν Va 2 πατρῴαν VaVoS Wolf 2 ἐκεῖθεν — 3 αὐτῷ inser V 5 4 παλαιστίνην Vo sed ι(2) in ras m 3 Ι δὲ scripsi e VVaVo οὖν εἰ SVi Wolf Ι εἰ ante ἄλλως VaVo Ι ἀκούσας scripsi e V ἤκουσας VaVoVi Wolf ἤκουσεν S 6 σοι προσαγόμενον scripsi e VVaVo προσαγόμενόν σοι SVi Wolf 8 σεβαστειανῶ Vi 11 καὶ inserui e libris om Wolf 14 αὐτὸ Vi Ι ποιῇ coni Wolf „f. ποιῇ aut ποιήσει aut ποιείτω“ Re 16 συμπεφυκέναι Vi Ι τὸν ἄνδρα om Vi 16 δ’ Vi Ι τὰ μέγιστα ποιεῖ scripai e VVaVo ποιεῖ ποιεῖται S) τὰ μέγιστα S Vi Wolf ι τε post μαθητής Vi 17 ἐμὸς ὢν Vi Ι σισασκάλου V sed ου in ras m 5 19 αὐτοῦ VVaVoVi Wolf)

298

ἀλλ’ ὅπως οὗτος ἐγκρατὴς γένοιτο τῶν κτημάτων, ἐφ ἅπερ ἥκει. μικρὰ μὲν γὰρ ταῦτα, πένητι δὲ παραμυθία, Ῥη- τόριος δὲ τῶν οὐκ εὐπόρων. ἔστι δέ σοι δύναμις ἐν Αἰγύπτῳ, δι’ ἧς οἱ μὲν ἄλλοι χρήματα εἰργάσαντο, σὺ δὲ δόξαν ἀγα- θὴν τῇ πρὸς τὸ δίκαιον συμμαχίᾳ.