Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Ἔτι με τοῖς γράμμασιν ἡδόμενον, ἃ ἐμήνυε λῃστοῦ τινος σύλληψιν κομψὴν ἔχοντος διάδυσιν καὶ ὄχλον ἥκοντα ἐπὶ τὴν κρίσιν καἰ σὴν εὔροιαν καὶ τῶν περιεστηκότων κρότον, τούτοις με εὐφραινόμενον εἰς ἀθυμίαν ἥκων ἐνέ ἄλεν Ἀσκλη- πιάδης ὁ ἰατρός ἔφησε γάρ σε ποιῆσαι ταῦτα ἃ μεμηνότος ἦν, καὶ εἰπὼν ἔπεισεν οὓς ἔπεισε, καὶ πολὺς ἦν ὁ χειμών.
ἐγὼ δὲ αἰσθόμενος τὸν μὲν ἄρχοντα κατεῖχον συκοφάντην καλῶν τὸν ἰατρὸν καὶ δεόμενος βάσανον ἀποδοῦναι τῷ πράγ- ματι, τὸν δ’ Ἀσκληπιάδην ἔπ τθον μὴ καλὸν εἶναι μηδὲ τα- ραχὰς ἐμποιεῖν καὶ εἶχον ταὐτά μοι καὶ βουλομένους καὶ λέ- γοντας Εὐάγριόν τε καὶ ᾧ πλεῖστον μέτεστι φρενῶν, Ἀμπέλιον λέγω τὸν καλόν.
οὑτωσὶ δή σοι τὰ τοῦ ἄρχοντος κεῖται· οὔτ᾿ ἐχθρὸς ἁνὴρ οὔθ’ οἷος ἔμπροσθεν φίλος. τὸ μὲν γὰρ ἡμεῖς ἐκωλύσαμεν, τὸ δὲ ἐκίνησεν ὁ ψευσάμενος.
σὺ δ’ [*](4 Vi γ΄, ε΄. Va δ΄, ε΄. Vo δ΄, ε΄. S β΄, ος΄ Vi ρκζ΄) [*](1 cf. ad ep. 47 6 Sievers 241, 4. Seeck 110. 342. Silomon 9 8 Plat. Phaedr p. 238 C 16 Sievers 79 not 52 241, 4. Seeck 58 et 128 18 Eur. Phoen. 1446. Aesch. Ag. 1272) [*](1 ἀχιλλεὺς R 5 τῷ αὐτῷ (i. e. Κληματίῳ) SVi 6 ὅτι Vo Ι τοῖς V sed o in ras m 5 I ἐμήνυεν Va Ι ληοτοῦ VaSVi Ι τινὰ libri corr Wolf 7 διάδυσιν V sed υ in ras m 5 8 εὔρ- ροιαν Vo Ι τὸν ante τῶν Vi Ι κρότον e κρότων corr Vi 2 9 ἐνέ- βαλεν ex ἀνέβαλεν corr Vi 2 ἐνέβαλλεν Vo 10 ἔφησε scripsi e V ἔφη VavoSVi Wolf I μεμηνότος VS Wolf 11 ἔπεισεν οὓς om Vi Ι ἔπεισεν(2) VVa 12 αἰσθανόμενος Vi 14 δὲ Vi Ι μὴ δὲ VoVi 15 ἐμποιεῖν Vo sed μ e ν corr m 2 Ι ταῦτά Wolf 16 πλείστου e πλεῖστον corr Vi 17 οὑτοσὶ Va 18 ἁνὴρ scripsi ἁνὴρ libri Wolf 19 δ’ S Vi Wolf Ι ἐνίκησεν coni Re)
ταῦτα ἐπιστέλλω σοι λύσας ἐμαυτοῦ δόγμα. τὸ δὲ ἦν καταλῦσαι τὸ πρὸς σὲ γρά- φειν, ὃς τοὺς ἑταίρους μοι καὶ φιλτάτους, Εὔνομόν τε καὶ Εὐδαίμονα, τοὺς ἐξ Ἑλούσης, οὐδὲ οἶσθα. καίτοι πολλά σοι περὶ τοῖν ἀνδροῖν διελέχθην ἀξιῶν αὐτοὺς τυχεῖν τινος ἀγα- θοῦ. ῥήτορες δὲ ἄμφω καὶ ποιοῦνται τὸν βίον ἀπὸ τοῦ συνη- γορεῖν. ἀλλὰ σὺ καὶ τοῦτο ὤκνησας καλέσας εἰπεῖν, ὡς ἄρα περὶ αὐτῶν ἐδέξω παρ’ ἐμοῦ λόγον.
ὃ δή σοι παρῶπται, γενέσθω νῦν, ὥστ᾿ ἐμοὶ παρ’ ἐκείνων ἐλθεῖν ἐπιστολὴν οὐ κατὰ τὴν νῦν· ὡς ἣ γε νῦν ὀδυρομένων. εἰ δὲ σὺ ταῦτα οὐ δώσεις, διδάξεις καὶ ἡμᾶς ὧν ἡμεῖς κύριοι μηκέτι δοῦναι.