Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Οὔθ᾿ Μανὸν ἐγὼ δυναίμην ἂν περιιδεῖν λυπούμε- νον οὔθ’ Ἡλιόδωρον ἐκεῖνος ἀπολλύμενον. ἐμέ τε γὰρ ἀνάγκη βοηθεῖν τῷ κοινωνῷ τῶν πόνων ἐκεῖνόν τε τῷ τροφεῖ. τρο- φέων δὲ ὅστις ἀμελεῖ, κἂν περὶ γονέας γένοιτο κακός.

δύο τοίνυν αἰτοῦμεν, λῦσαί τε τὴν ζημίαν ἣν ἐπιβέβληκας ὡς ἀπειθοῦντι, πεποίηκε γὰρ ὕβρει μὲν οὐδέν, πενίᾳ δὲ ἴσως, καὶ τὴν φορὰν αὐτῷ μὴ πλείω ποιῆσαι τῆς ἀρχαίας, ὑφ’ ἧς καὶ αὐτῆς πεπίεσται. ὁ δὲ μόλις ἃ νῦν φέρει φέρων ὑπὸ μικρᾶς ἂν βαπτισθείη προσθήκης.

[*](11 Vii α', δπθ'. Va γ', ρε'. Vo γ', ρε')[*](2 cf. ep. 615 12 Seeck 278. 378. Silomon 47 18 Sievers 235, 3 14 Seeck 166 IV)[*](1 τοὺς οἰκέτας Va Vo sed in hoc in τοῖς οἰκέταις corr m3 A 2 ὡσεκηβόλιον Α 4 ἔοικεν Va | ὅ om Α | Εὔοδος scripsi e Va εὔβουλος VVo Wolf ἐῦαδος Α 6 κατατοῦ Α | ἀλλει Α 9 τε νόμοις] γενομένοις Α | ἐθελήσοις Vo sed οις in ειας corr m4 17 λύσαι Va 19 αὐτῶν V 20 αὐτῆς scripsi ut coni Wolf αὐτὸς libri Wolf)
287

τη'.

[*](W 311)

Μοδέστῳ. (361?)

Μηδὲν ἔστω τῶν σῶν ἀτελές. μὴ τοίνυν μηδ’ Ὑπερέχιος ἥμισυ στρατιώτου μήτε ἴστω μήτε καλείσθω. τοιαῦτα γὰρ ἐπισκώπτοντες ὀνομάζουσιν αὐτὸν οἱ μέχρι τίνος προὔβη τὸ πρᾶγμα εἰδότες.

ἴν’ οὖν ἐκείνους τε παύσωμεν τῶν σκωμ- μάτων καὶ τούτῳ τι γένηται τέλειον ἀγαθόν, γράφε πρὸς τὸν ἄρχοντα Γαλατῶν, τὸν χρηστὸν Ἀκάκιον, ἃ σὲ περὶ τούτου γράφειν εἰκός· ὡς τὴν προτέραν ἐπιστολὴν οὐκ ἐτολμήσαμεν Ἐκδικίῳ δεῖξαι δείσαντες μὴ περὶ τὴν ὕφαλον ῥαγῇ τὸ σκάφος.