Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Οὐκ ἄρα εἵμαρτο τῇ Βιθυνίᾳ τὴν χείρω τύχην ἀθάνα- τον γενέσθαι. διὰ τοῦτο ἦλθεν ἰασόμενος ὃς ἐπίσταται τοῦτο ποιεῖν. σὺ γὰρ ἄνθρωπον μὲν τεθνεῶτα οὐκ ἂν ἀναστήσαις, ὥσπερ ἐν μύθοις, πόλεις δ’ ἂν οἰχομένας πάλιν εἰς σχῆμα καταστήσαις πόλεων. ὃ δὴ νῦν ποιεῖς. λέγονται γὰρ ἀναβιῶ- ναι. καὶ κομίσαιντό γε τὸ πρότερον, ὦ θεοί, κάλλος ἅπαν.

χαίρω δὲ διπλῇ, τῷ τε σὲ τὸν εὖ ποιοῦντα εἶναι τῷ τε Βιθυνοὺς τοὺς εὖ πάσχοντας εἶναι. σύ τε γὰρ παῖς ἐμὸς τό τε ἔθνος ἀντὶ πατρίδος ἐμοί. καὶ διῄειν ἄν σοι τήν τε ὑποδο- χὴν καὶ χρόνων ἐκείνων εὐθυμίαν, εἰ μὴ ἦν αὐτῷ σοὶ πρὸς ἄλλους εἰδότι λέγειν.

ἣν οὖν εἶχον ἂν ἡδονήν, εἴ μοι τὴν ἐνεγκοῦσαν ὠφέλεις, ταύτην ἔχω νῦν, ἐπειδὴ τὴν οὐδέν μοι ταυτησὶ δευτέραν ὅπως οἵα πρότερον ἦν φανείη πάντα ποιεῖς. [*](1 Vii α', σξδ'. Va γ', (?) Vo γ', [π add m3]. S β', λθ'. Vi λθ'. Vind οβ') [*](2 Sievers 78 not. 48. Seeck 52. 377. Silomon 47) [*](2 Ὑπερεχίῳ S 3 Οὐκ — 4 γενέσθαι praemissis verbis τὸ ἄρα λαμβάνεται καὶ ἀντὶ τοῦ ὡς ἔοικε, ὡς παρὰ Λιβανίῳ citat Lacapenus epimer. ep. ed. Lindstam p. 43, 2 4 διατοῦτο Vo Vind 5 ἀναστήσεις et 7 καταστήσεις Wolf 6 αὖθις Va 7 ὃ scripsi e SVi ἃ reliqui libri Wolf | καὶ ante νῦν Vi 8 κομίσαιντό γε reposui e libris ut coni Re κομίσαι τόγε Wolf | ὠ θεοὶ τὸ πρότερον 9 9 δὲ scripsi e ViVind δὴ S δὴ VVa Vo Wolf 10 εἶναι om S 11 διῄειν scripsi e VVaVo διλῆλ- θον SViVind Wolf 12 ἐκείνην ὑποδοχὴν Vi | εὐφημίαν Vi | αὐτῶ om S sed γρ in marg 13 ἀλλήλους VaVo sed in hoc in ἄλλους corr m3 | εἰδέναι S sed γρ εἰδότι in marg | ἦν Va 14 sq. τὴν οὐδέν μοι ταυτησὶ scripsi e Va τὴν οὐδέν μοι ταυτηνὶ Vo τὴν οὐδὲν ταυτηνὶ V μοι τὴν οὐδὲν ταυτηνὶ Vind μοι τὴν οὐδὲν ἐκείνης ταυτηνὶ Vi μοι τὴν οὐδὲν ἧττ(?)ν ταυτηνὶ S μοι τὴν οὐδὲν ταύτης Wolf)

268

καλὸν δὲ οἶμαί σου καὶ τὸ τὸν νεανίσκον Ἀρισταινέτου μὲν συγγενῆ, χορευτὴν δὲ ἐμόν, αἰσχύνεσθαι δὲ εἰδότα, φιλεῖν δὲ μεμελετηκότα μὴ περιιδεῖν πράττοντα χείρω τῶν αὑτοῦ χειρόνων, ἀλλ’ εἴσω τε δέξασθαι καὶ μεταδοῦναι χώρας ἐντίμου καὶ ποιῆσαι λαμπρὸν τοῖς τε νῦν τοῖς τε ἐλπιζομένοις. καὶ ταῦτα ἂν νομίζῃς οὐκ εἰς Διάνιον μᾶλλον ἢ ἐμὲ πεπρᾶχθαι, τὰ ὄντα δοξάσεις. οὗτος γὰρ δὴ πλεῖστά με εὐφράνας ἑταίρων ἐλύπησεν ἥκιστα.

[*](W 286)

σπγ'.

Δημητρίῳ. (359/60)

Ἄμφω μὲν ἔδειξα τὼ λόγω καὶ ὅλω γε ἄμφω τὼ λόγω, τὸν μὲν νῦν τὸν μαχόμενον, τὸν δὲ πάλαι τὸν ἐπαινοῦντα· σὺ δὲ ᾤου με δείσαντα κολοιοῦ τινος θόρυβον ᾑρῆσθαι σιγᾶν καὶ γεγενῆσθαι κακὸν περὶ τὸν ἐμαυτοῦ θεῖον.