Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Καὶ πρὶν ἥκειν τὸν φέροντα τὴν ἐπιστολὴν ἀφῖκτο λό- γος περὶ τῆς τιμῆς ἧς ἀπολαύεις παρ’ ἀνδρὶ καὶ τιμῆς ἀπάσης καὶ εὐφημίας ἀξίῳ, παρὰ δὲ τοῦ τὴν ἐπιστολὴν διδόντος ἦν ἀκούειν ὅμοιά τε καὶ ἔτι καλλίω τῶν ὑπ’ ἄλλων ἀγγελλομέ- 20 [*](6 VII α', σξβ'. Va γ', οη'. vo γ', ο(?) 15 VII α', σξγ'. Va γ', οθ'. Vo γ', [οθ']. S δ', μβ'. Vi σι'. D o(?)) [*](7 cf. ep. 279. Sievers 281, 3. Seeck 207. 377. Silomon 31 sq. 8 Seeck 196 10 cf. ep. 279 16 Sievers 78 not. 48. Seeck 120. 377. Silomon 47 18 Alexandro cf. ep. 282. Seeck 62 sq.) [*](1 χαρίεν Laur. LVII 19 LV 2 Wolf 1203 cf. ad ep. 72 p. 78,7 3 τοῖς] τῆς Laur. LV 2 | παρεκείνης Va | ἐκείνου V sed ου in ras m5 9 τούτου V sed post υ(2) ras 1 litt 13 φή- σεις V sed η in ras m5 16 Διανῶ VaVoD Παλλαδίῳ SVi 18 ἀεὶ post ἀπολαύεις D 19 δὲ scripsi τε libri Wolf | δόντος Vi | ἦς Vo 20 ὑπάλλων Va | ἀγγελλομένων Vo sed γε ex α corr m2)
ἐνεθυμήθην οὖν ὅτι τοῖς ἐπιεικέσι καὶ βελτίστοις, ὁποῖος δὴ σύ, πάρεισιν οἱ θεοὶ καὶ βοηθοῦσιν ἐκ τῶν ἐσχάτων εἶναι δοκούντων ῥᾳδίως ἐκσώζοντες, ὡς οὐ πολύ γε τῶν τοῦ Λεσβίου κιθαρῳδοῦ διαφέρει τὸ σόν, ὃς ἐμπεσὼν εἰς τὴν θάλατταν ἥδιον ἐκομίζετο τῶν ἐπὶ τοῦ πλοίου.
καὶ σοὶ δὴ συναχθομένων ἡμῶν καὶ πρὸς ἀλλήλους ὀδυρομένων, εἰς οἷον ἄρα χειμῶνα πέπτωκας, τὸν σεισμὸν ἐκεῖνον καὶ τὰ ἀπὸ τοῦ σεισμοῦ, θεῶν τις ἔδωκε καταφυγὴν ἄνδρα φίλον, ἐν ᾦ μέ- γεθός τε διανοίας καὶ τὸ δύνασθαι πράττειν ἅττα ἂν προ- θυμηθῇ
παραινῶ δή σοι τῆς παρούσης ἔχεσθαι τύχης καὶ τὸν σαυτοῦ λέμβον ἐξαρτῆσαι τῆς Ἀλεξάνδρου νεώς, ὃν ἤδη μοι δοκῶ θεωρεῖν ἐπὶ μείζονος ἀρχῆς καὶ τρίτης πάλιν καὶ τετάρτης. οἶμαι δέ, αὐτὸν οὐδὲ γῆρας ἐξαιρήσεται πρὸς ἡσυ- χίαν ἀπὸ τῶν ταῖς πόλεσι λυσιτελούντων πόνων. οἶδε γὰρ βασιλεὺς τὸν ἄνδρα καὶ χρώμενος οὐ λήξει.
τούτῳ τοίνυν ἕπεσθαι καὶ συλλαμβάνειν ἔργου μεῖζον παρὰ σοὶ πάσης ἀρχῆς δοκείτω, μᾶλλον δέ, καὶ πρὸς ἀρχὰς οὕτω προβαίης ῥᾳδίως τε καὶ καλῶς ἐκείνου τε ἐπαινοῦντος καὶ μιμητὴν αὑτοῦ πεποιηκότος.
[*](2 sq Plat Gorg. p. 486. B 4 cf. t. VIII 52, 1 sq. Her. 123sq. 7 cf. ad ep. 62 p. 60, 11sq. t. IV 329 sq.)[*](2 ὁποῖοι Vi Ι πάρεστιν ὁ θεὸς καὶ βοηθεῖ et 3 ἐκσώζων S 3 τῶν] τὸ D .4 πεσὼν Vi 5 θάλασσαν D 6 ὀδυρομένων V sed v(2) corr m5 7 ἆρα Va | ἐμπέπτωκας Vi 8 ἔδωκέ τις θεῶν | θεῶν τις] θεὸς S | ἔδωκεν Va 9 ἄττα 12 sq. καὶ τετάρτης inserui e SVi om VVaVoD Wolf 13 ἐξαιρήσεσθαι? 16 ἕπαιθαι ex ἐπαινεῖται corr Va | ἔργον D | σοὶ scripsi e VSViD σοῦ VaVo Wolf 17 καὶ inserui e VSVi om VaVo D Wolf | προβήσῃ SVi 19 αὐτοῦ libri Wolf | σε ante πεποι- ηκότος inserendum coni Re | καθιστάντος D)