Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Τεύξονται πάντων τῶν δικαίων οἱ σοὶ παῖδες παρ’ ἡμῶν, πρῶτον μὲν κατ’ αὐτὸ τὸ τοῦ δικαίου μέρος καὶ τὸ δεῖν οὕτω ποιεῖν τόν γε οὐ πονηρὸν ἡγεμόνα· ἔπειθ’ ὅτι πα- ρακαλεῖ μὲν ὑπὲρ αὐτῶν Εὐθήριος, ἦγε δὲ αὐτοὺς Νεμέσιος, ὁ μὲν ἄρχων ἄριστος, ὁ δὲ ῥήτωρ ἄκρος, ὃς εἰ μοι καὶ δυσμε- νοῦς ἐνεχείριζε παῖδας, εἶδον ἂν ὡς φίλου παῖδας καὶ τὴν ἀπέχθειαν ἠγάπων.

τίς δ’ οὐκ ἂν αἰδεσθείη τὸ πρόσ- ωπον, τὴν φωνήν, τὴν σιγήν; ἐγὼ μὲν οὐκ εἶδον ἄνδρα οὕτω μετὰ τοῦ καιροῦ πάντα ποιοῦντα. καὶ θαυμάσιόν οὐδὲν εἶναι τοιοῦτον ὄντα Ἀρμένιον. οἶδε γὰρ ἡ ὑμετέρα φέρειν ἀνδρῶν [*](10 Vii α', σνβ'. Va γ', ξη'. Vo γ', ξη 7 cf. ep. 270. Seeck 225 11 cf. ep. 269. Sievers 210,8. Seeck 225. 370. Silomon 47 15 Seeck 150 | cf. ep. 269 1 καὶ inserui e libris om Wolf 2 δ’ Vi | aut μέλλοντι aut ὁπόσα σοι αὐτὸς κινήσει μέλλων ἀπαίρειν coni Re at Eutherius magistratu abiturus erat 3 τοῦτο Ι αὐτὸν VVaSVi τὸ VVi πάλιν reposui e libris ut coni Re Sievers 210, 8 πάλαι Wolf sed corr Add 861 | ἁρμενίαν V Ἀρμενίαν Vo 5 ἐκεῖθεν Vi 6 κα- λῶς ὑμῖν καλῶς | μεῖζον VaS 9 ἐν] χάριν SVi | τὰ] τὰ] SVi 13 ἡμῖν Wolf I καταυτὸ Va 15 ἦγεν Va 21 ἁρμένιον V | οἷδε Vo sed ε ex α corr m2 οἶδεν Va | η V sed η corr m5)

258
ἀρετάς.

σὺ μὲν οὖν ὅπως ἀμείψῃ τὸν πορθμέα, ζήτει, πάν- τως δὲ οὐδὲν δώσεις τοιοῦτον, ὃ ποιήσει σε μὴ προσοφείλειν· ἐγὼ δὲ μισθὸν ὀφείλειν ὁμολογῶ τοῖς νέοις καὶ ἀποδώσω δι’ οὓς οὗτος καὶ δεῦρο ἦλθε καὶ παρ’ ἡμᾶς εἰσῆλθε καὶ τῶν φίλων εἷς γεγένηται.