Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Οὐ τῷ δέξασθαι τὰ ξένια μᾶλλον ἔδειξα τὸ φιλεῖν ἢ τῷ λυπηθῆναι πρότερον οἷς ἐλυπήθην. ἦν γὰρ ἐρῶντος, οἶμαι, καὶ ζηλοτυποῦντος τό τι τῶν σῶν ἐμοῦ ζῶντος ὑφ’ ἑτέρου πράττεσθαι μὴ φέρειν.
ἐντεῦθεν ἐγὼ μὲν ἐδήχθην τὴν καρ- δίαν, σὺ δὲ ἴσως ἐκαλλωπίζου Φάων τις ἕτερος ἡγούμενος
σνη'.
[*](W 261)Δημητρίῳ. (361)
Ἀλλ᾿ αὐτά γε ἑορτὴ τὰ σὰ γράμματα καὶ πᾶν ὅ τι περ ἂν ἀφικνῆται παρὰ σοῦ. καλῶς δὲ ἐποίησας καιρὸν τοῖς ξενίοις εὑρών· νῦν μὲν γὰρ ἡμῖν ὡς ἀληθῶς ἔπεμψας, τότε δ’ ἂν εἰς τὰς χεῖρας τῶν ἁρπάζειν βλεπόντων.
ὁ μὲν οὖν Εὐφήμιος ἐπειδὰν ἔλθῃ, δώσει τὰς ἀποκρίσεις. νῦν μὲν γὰρ ὡς τὸν ὡς [*](4 Vii α', σλθ'. Va γ', νε'. Vo γ', νε'. S ε', λε'. Βe o(?) α', σμ'. Va γ', νς'. Vo γ', νς'. Be o(?)) [*](5 Seeck 92. 376. Silomon 44 9 Arist. Ach. 1. cf. ep. 964 10 Plat. Crit. p. 52 C 12 Seeck 117. 375 Silomon 44 16 Seeck 136) [*](1 τοῖς] οὐ Be 2 καὶ νεῦσαι in ras Be2 Ι οὐκοῦν S 3 εἰ- ρῆσθαι Be sed εἰ et ἡ corr m2 5 Αὐξεντίῳ cultello biblio- pegi absuroptum Be τὸ] τῷ S 8 ἐμοὶ Be Ι ἑτέρων Be sed ων ex ω corr m2 10 φάων Be sed ων ex σκον corr m2 | τίς Va 14 καλὸν VVo 15 γὰρ inser V3 16 ἧκε post χεῖρας excidisse videtur) [*](10 Φάων φησὶ φασὶ cod) παροιμία παριμία cod) ἐπὶ τῶν ἐρασμίων καὶ ὑπερηφάνων τοῦ γὰρ Φάωνος ἐρασθῆναί φασι σὺν πολλοῖς καὶ Σαπφώ σαμφὼ cod) , οὐ τὴν ποιήτριαν ἀλλὰ Λε- σβίαν τινά, καὶ ἀποτυγχάνουσαν (ἀποτυγχάνουσασ cod) ῥῖψαι ῥίψαν cod) ἑαυτὴν ἀπὸ τῆς Λευκάδος πέτρας in marg Be (= Suid. s. V. Φάων)
ὑπὲρ δὲ τοῦ σίτου πάντα μὲν οἶμαι κινήσειν τὸν χρηστὸν Ὀλύμπιον, πρά- ξειν δὲ ἢ οὐδὲν ἢ μικρόν, οὐ πολύ τι βέλτιον τοῦ μηδενός. τὸ δὲ αἴτιον, ὁ τοῦ δοῦναι κύριος ὀμώμοκε πολεμήσειν ταῖς Μούσαις.
σνθ'.
Εὐθηρίῳ. (358/59)
Συκοφάντην σε τὸ ἐρᾶν πεποίηκε καὶ πάντας πλὴν ἐμοῦ νομίζεις οὐδέν. ἔστι δὲ ὁμοίως ἄτοπον καὶ φαύλους ἐπαινεῖν καὶ μὴ θαυμάζειν τοὺς ἀγαθούς. Ἀκάκιον δὲ μὴ νομίζων ἴνα τῶν περὶ τὸν Ἑρμῆν ἐμέ τε λυπεῖς καὶ πρὸ ἐμοῦ τὸν θεόν