Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Παλαιὸν ἔμοιγε τοῦτο τὸ πάθος τοῖς Ἑλλήνων ὀνό- μασι χαίρειν καὶ τοὺς <τοῖς> ἔξω τούτου συμφερομένους ἀδικεῖν ἡγεῖσθαι ῥητορικήν· ἠθύμουν δὲ πρότερον τὸν συνερῶντα οὐκ ἔχων οὐδ’ ὅστις ἦν ἕτοιμος κοινωνεῖν τῆς περὶ ταῦτα θήρας.

ἤδη δέ τις καὶ κατεγέλασέ καὶ οὐ περὶ μειζόνων ἔφησέ με φροντίζειν ἢ οὓς ἔφησεν ἡ κωμῳδία σκοπεῖν περὶ τῶν τῆς ψύλ- λης ποδῶν. ὥστ’ εἴ μέ τι καὶ διέφυγεν, οὐχὶ θαυμάζω μόνον μὴ δυνηθέντα διὰ παντὸς ἐλθεῖν.

ἀλλ’ ἐπειδὴ ἧκες ἡμῖν [*](4 Vii α', σλς'. Va γ', νγ'. Vo γ', S ε', νδ'. W νθ'. Vind ο᾿. Be (?)) [*](5 Suid. s. v. Εὐδαίμων Πηλουσιώτης. Seeck 181. 376. Silo- mon 44 11 Arist. nub. 145) [*](1 ἐμαυτῶ Be sed ω ex ου corr m2 | μὴν scripsi e VaBe ut coni Re μὲν VVo Wolf 6 παλαιὸν scripsi e VVaVoSVind Be ut coni Re πάλαι W Wolf | τοῦτο inaer W4 | τὸ om VW Vind 7 <τοῖς> inserui auctore Re om libri Wolf | Va τούτων Be „aut φερομένους leg. aut τοὺς τοῖς ἵξω τού- των συμγερομένους“ Re | ἀδικεῖσ Va 8 μὲν post πρότερον S Ι συνερῶντα Be sed ῶ ex ο corr et ῦν suprascr m2 συνεροῦν- μου τα S 9 ὅστις W sed σ inser m2 | ἣν Va 10 σου S που γρ ἔφησε Vind | ἔφησε V sed eras et in εἶπε corr m5 εἶπε W εἶπέ Vind 12 εἴ Be sed ex ε corr m2 | διέφυγεν reposui e V VaVoSWVind ἔφυγεν Wolf 13 οὐ ante μὴ inser Vo4 Ι μὴ παντὸς om VaBe Ι παντὸς scripsi e VVoSWVind παντελοῦς Be παντελῶς Va παντελοῦς Wolf) [*](6 Ἑλλήνων] οἷς χρῶνται οἱ ἑλληνίζοντες suprascr Be)

244
ἐξ Αἰγύπτου—καὶ πολλὰ ἀγαθὰ γένοιτο τῷ περιθέντι τὴν ἀ- νάγκην, ὃς σὲ ἐκάλεσε μὲν ἐπὶ δίκην, ἔδωκε δὲ ἄκων τῇ πόλει τοὺς ἐν σοὶ λόγους — ἐνταῦθα δὴ τῆς παροιμίας ἔτ’ ἄμεινον ᾐσθόμην, ὡς ἄρα σύν τε δύ᾿ ἐρχομένω μέγα ἀλλήλοις εἰσίν.

ἀλλ’ ἴσως ἐνταῦθα οὐκ ἀλλήλοις, ἀλλ’ ἐμοὶ σύ. τὸ μὲν γὰρ ἐρωτᾶν ἐμὸν ἀεί, τὸ δὲ ἀποκρίνεσθαι γεγένηται σόν, ὥστ’ οἶ- μαί σε καὶ ἀποκναῖσαι τῷ τῶν ἐρωτημάτων πυκνῷ τῶν μὲν ἐν γραμματίοις πεμπομένων ἐπὶ συνουσίᾳ σοι τῶν νέων καθη- μένῳ, τῶν δὲ οἴκαδε σῖτον αἱρουμένῳ πολλάκις

τὸ πολὺ δὲ ἐποίουν καὶ αἱ νιφάδες, ἡνίκ’ ἂν ἀλλήλοις ἐντύχοιμεν. οὐ γὰρ ἡμῖν οἱ λόγοι περὶ προσόδου τῆς ἀπὸ τῆς τέχνης οὐδ’ ὑπὲρ ἐδωδῆς καὶ τί δεδειπνήκαμεν καὶ τί μέλλομεν οὐδ’ ὅστις ἔξεισι τῆς ἀρχῆς καὶ διαδέξεται τίς. τουτὶ γὰρ οὐδὲν πρὸς τὰς Μούσας εἶναι δοκεῖ.