Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Οὐκ ἄρα μέχρι τῶν παίδων εὐδαίμων τις εἶ χρηστῶν τε ὄντων καὶ παιδείας ἐρώντων, ἀλλά σε καὶ ὁ κηδεστὴς οὕτω καλεῖσθαι ποιεῖ ταῦτα ἀμφότερα ὤν.

καί μοι δοκεῖς ἐν τῇ περὶ τοῦ γάμου βουλῆ οὐ μέτρα γῆς καὶ χρυσοῦ σταθμὸν θαυ- μάσαι μᾶλλον ἢ ὅτι γε τὴν ψυχὴν εὕρηκας χρυσῆν ἔχοντα ὡς ἀληθῶς.

ἔγωγέ τοι τὴν μὲν ἀρχὴν τοῦ φιλεῖν ἔλαβον ἀπὸ τῶν παρὰ σοῦ γραμμάτων, χωρῶν δὲ καὶ πρὸς τὴν πεῖραν οὐκέτι σὴν χάριν τοῦτον, ἀλλὰ σὲ μᾶλλον νῦν ἢ πρότερον διὰ τοῦτον ἀγαπῶ.

τί γὰρ οὐ τῶν τοῦδε καλόν; οὐ πρᾷος; οὐκ ὀξὺς τὸν νοῦν; οὐκ εἰπεῖν δεινός; οὐ κρίνειν ἀγαθός; οὐ τοὺς Κορύβαντας παριὼν ἐν τῇ περὶ τοὺς λόγους μανίᾳ;

βούλει μέ τι τῶν ἀπορρήτων εἰπεῖν; πολλάκις μὲν εἰσῆλθεν ὡς ἐμὲ διακείμενον ἀργῶς, ἐγένετο δὲ ἀντὶ κέντρου φανείς. πρὸς γὰρ τὸ πρῶτον ῥηθὲν ἀναπηδῶν προῆγέ μοι τὴν γλῶτταν εἰς ἀκ- [*](5 VII α', σλε'. Va γ', νβ'. Vo γ', νβ'. Be οβ'(??)) [*](6 Sievers 211, 10. Seeck 98. 876. Silomon 44 11 Plat. Gorg. p. 486 D. cf. ep. 1283 17 sq. cf. t. Vli 127, 8; 90, 16) [*](1 γὰρ om Vi | αὐτὸ Be sed ὁ ex ῶ corr m2 | τὰ inser S om VVaViD Ι ζήτην Va 2 δεῖ Be Ι τῶν ante τριῶν Wolf delevi | πλῆσαι Vi 3 οἶδ’ V sed ’ in ras m5 οἶδα VaVoBe Wolf cf. ep. 101 p. 102. 20; ep. 189 p. 174, 9; ep. 277 p. 268,6) [*](4 με S ἐμὲ Vi 6 Καισαρία Va 7 εἶ Va sed ι eras 10 β(?)λῆ Va | θαυμάσαι reposui e libris θαυμάσασθαι Wolf 11 εὕρησκες Va εὕρισκες 14 οὐκ ἔτι Wolf | νῦν om VVaVo 16 πρᾶος V 18 μέ] Be 20 ῥηθὲν Be sed sed in ras m2)

243
μήν, ὥστε ἐμαυτῷ συνηδόμην. τῆς γε μὴν χρηστότητος ἀρ- κοῦν τεκμήριον ἡ παρ’ ἡμᾶς ὁδός· ὃ γὰρ ἄλλοις ὑπ’ ἀδελφῶν οὐ γεγένηται, παρὰ τοῦδε γέγονεν εἰς ἀδελφοὺς γυναικός.