Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Οὔτε ἥσθην οὔτ’ ἠνιάθην οὐδεπώποτε οὕτως ὡς νῦν ἀμφότερα. ἐκόμιζε δὲ τὰ τούτων αἴτια Γαυδέντιος ὁ χρηστός, καὶ οὗτος ἐν τῷ διηγεῖσθαι πάσχων ἅπερ ἐγώ. δι’ ὧν δή με καὶ μᾶλλον ἐκίνησε φιλεῖν αὐτόν.
ἦν δὲ τὰ πρῶτα μέν, ὡς ἐπανήκων εὐθὺς ἀναρτήσαις τὴν πόλιν, νέους ὁμοίως καὶ γέ- ροντας καὶ πολλοὺς καὶ δεξιούς, τῆς τε γλώττης τῷ τάχει τῷ τε ὁμιλητικὸς φαίνεσθαι· φυγεῖν γάρ σε ἔριν τε καὶ φιλονει- κίαν καὶ ὑπεροψίαν, ὅθεν καὶ τὸν ἐν τῇ παροιμίᾳ παρελθεῖν Ἀρτέμωνα τῶν μὲν ἄλλων τὰ πατέρων εἰς σὲ ποιούντων, τοῦ [*](5 VII α΄, σε΄. Va γ΄, κβ΄. Vo γ΄, κβ΄. SII ε΄, οε΄. Vind ξ΄. D ς'. Be (??)γ') [*](6 cf. ep. 239. Sievera 258. Seeck 182. 373. Silomon (43 14 Salzmann 31) [*](1 ἐν om V fortasse recte cf. ep. 222 2 ἢν — ἔγνω om Be I τίς Va Vo | συμμίξας. καὶ ἔγνω Fabr Ι καὶ οὐκ ἔγνω] ἐκείνῳ Wolf An 3 τό—4 γνωρίμους] καὶ ἐπιστολὴ Fabr 3 γε om Wolf An 7 VoSBe Wolf Ι οὐδὲ πώποτε VVaVoSD 8 Γαυδέντιος scripsi e VVind sed in hoc εν in ras m 2 γαυδάτιος Va Vo S D Be Wolf cf.p. 208, 4 et 13 et 209, 2; 162,15 δή—10 ὡς om Be Wolf An Ι δή Vind sed η ex ε corr m 2 11 ἥκων Be Wolf An Ι ἀναρτήσας Be ἀνήρτησε Wolf An ἀνήρτησας coni Wolf | ὁμοῦ D 13 ὁμιλητικὸς Be sed ὃς ex ῶς corr m 2 14 ὥστε Be Wolf An fortasse recte Ι καὶ inserui e V om re- liqui libri Wolf 15 ἀρτέμωνα Be sed ω ex ο corr m 2 | πρὸς S Vind D) [*](15 Ἀρτέμων οὗτος πρᾷος καὶ ὁμιλητικὸς καὶ εὐπρόσιτος in marg Be)
ταῦτα καὶ τὰ τοιαῦτα ἀκούων, οὐχ οὕτως ἐν βραχέσιν, ἀλλὰ δι’ ὅσων εἰκὸς τὸν τῇ διηγήσει χαίροντα λέγειν, ἔχαιρε γὰρ οἷς ἀπήγγειλε Γαυδέντιος, οὐκ οἶδα, εἰ μᾶλλον ἂν περὶ παιδὸς διηγούμενος.
ἐγὼ μὲν οὖν ὅσην ἐπ’ οὐδενὶ τῶν ἄλλων τοῖς θεοῖς ᾔδειν χάριν, ὁ δὲ σκυθρωπάσας ἐξαίφνης ἐτάραξέ με. καὶ τί τοῦτο; ἔφην. ὁ δὲ ἐσίγα. καὶ μᾶλλον εκείμην, ὁ δὲ ὤκνει λέγειν
ἔπειτα ἀναγκάζεται προσθεῖναι τὰ δεινὰ ἐκεῖνα καὶ φρικώδη καὶ τοὺς δύο κινδύνους καὶ τοὺς ἡτοιμασμένους τοῖς τοκεῦσι βρόχους. ἐφ’ οἷς ὁρῶν με ἀπολω- λότα ταχέως προσήγαγε τὸ φάρμακον ὡς ἀνέστης εἰπὼν καὶ ὡς ἄπεστιν ὁ φόβος ὃν ἡ πόλις ὑμῖν ἐφοβήθη κοινῇ.
δεί- σας δὲ ὁ Γαυδέντιος μὴ δοκῇ λέγειν οὐκ οὔσας ὑπερβολάς, βλέψας εἴς τινα καὶ Ῥωμανὸν προσειπὼν ἐκάλει μάρτυρα. καὶ ὃς ἐπελθὼν οὐδὲν ἴφη τοσοῦτον ἔχειν εἰπεῖν, ὅσον οἶδε. καὶ [*](1 Plat. Phaedr. p. 261 Α) [*](1 σε μικρὸν πετόμενον (parvulum suum volitantem), τῆς δὲ μητρὸς καλλίπαιδα καλούσης Re Not | καλλίπαιδος Be sed λι inser m 2 2 τὰ inserui e VS Vind om Va Vo Be Wolf Ι ταῦτα ἀκούων καὶ τὰ τοιαῦτα D 3 βραχέσι Be sed ι in ἱν corr m 2, Wolf 4 ἔχαιρε γὰρ οἶς ἀπήγγειλε γαυδέντιος βραχέσιν V sed del m 2 Ι ἔχαιρεν S | γὰρ inser S μὲν D | ἀπήγγελλε SVind ἀπήγγελε D | γαυδάτιος VaVoSVind sed in hoc α del et suprascr, D Be Wolf cf p 207,9 Ι οἷδ᾿ SVindD οὖν οm D ὅσον Wolf An | ἐπουδενὶ Va 6 ἐξαίφνης Be sed αι in ras m 2 7 με Be sed ε in ras m 2 | τοῦτ’ SVindD | ὁ δὲ ἐσίγα in marg Be 8 προσθεῖναι Va sed εἰ ex ἠ corr, Be sed ει in ras m 2 10 ἡτοιμασμένους Be sed ἡτοι ex ἠτι corr m 2 11 προή- γαγεν Va ἐπήγαγε V 12 ἄπεστιν] ἀπέστη Wolf An | ὑμῖν ἡ πόλις SVindD 13 δὲ inser Be om Wolf An Ι γαυδάτιος Va VoBeSVind sed in hoc εν supra α D Wolf Ι δοκεῖ VBe δοκοῖ Va 14 εἰς Be sed ex εἷς corr m 2 Ι καὶ om Be Wolf An προσειπὼν in marg Be 15 οἷδεν Va) [*](10 βλέποντες τοὺς (corr. τοκεῖς) Ὑπερεχίου θνήσκοντα τὸν Ὑ περέχιον λαβόντες σχοινία ἔμελλον ἀγχόνῃ παραδώσειν τὸν τρά- χηλον ὑπὸ λύπης ὑπερβαλλούσης in marg Be)
ἐπεὶ οὖν οὐδὲν ἀπέλιπεν ὁ καλὸς Γαυδέντιος εὐφημίας, ἠρόμην ὁπόσα ἔτη γέγονεν ἡ θυγάτηρ αὐτῷ. καὶ μαθὼν θαυμάζειν ἔφην, εἔτις ἀφεὶς ὃν ἐπαινεῖ κηδεστὴν ἕτερον ζητεῖ. καὶ ὁ πάντων ἐμοὶ φίλτατος ἀνθρώπων φοινιχθεὶς εἶπε μὲν οὐδέν, προσώπῳ δὲ ἐδήλωσεν ὡς οὐκ ἄρα ὑμᾶς ἡγοῖτο φαύλους.
οὕτως ὑπὲρ τῶν παρ’ ὑμῖν ὁ τοσοῦτον ἀφεστηκὼς σκοπῶ καὶ τὰ δίκτυα πετά- πετάσας ὑμῖν πειρῶμαι παραδοῦναι τὴν Ἑορτίου, καίτοι ὁ πατήρ σοι βεβίωκεν ἐν θήρᾳ.