Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Οὔτ᾿ ἐγώ σε χάριν αἰτῶν καινόν τι ποιῶ σύ τε τὰ σαυ- τοῦ μιμήσῃ, τὴν χάριν εἰ καταθεῖο· πολλὰ γὰρ ἐγὼ μὲν ᾔτησα, σὺ δὲ δέδωκας. Καλλιόπιος δὲ οὑτοσὶ καὶ πολίτης ἐμὸς καὶ κοινωνὸς τῶν τε ἐνταῦθα λόγων τῶν τε ἐν Θρᾴκῃ πόνων, οἶδε γὰρ ἐν φίλων φροντίσιν ἀγρυπνεῖν, καὶ οὐκ ἂν ἔχοι δήπου μοι καλῶς ὑστέρῳ τοῦδε περὶ ταῦτα εἶναι. εἰ μὲν οὖν ἐδόκει μοι ἀδικεῖν, ᾐσχυνόμην ἂν ὑπὲρ τῶν ἐμαυτοῦ, νῦν δέ, κατ’ ἐπήρειαν γὰρ ἕλκεται, πάνυ ἂν αἰσχυνοίμην, εἰ μὴ βοηθοίην.

ἔχω δὲ βοηθεῖν οὐ τῇ ἐμαυτοῦ δυνάμει, ἀλλὰ τῇ σῇ. χρῶ- μαι δὲ αὐτῇ κατὰ τὴν φιλίαν. ὅρα δέ, ὅπως σε ἀκριβέστερον ἑτέρων οἴδα.

μέλλων οὗτος ἐνθένδε κινεῖσθαι χρημάτων ἐμέμνητο πρὸς ἡμᾶς ὡς ταύτῃ σε προσληψόμενος. ᾤετο γὰρ τὸν ὄντα οὗ νῦν ὢν τυγχάνεις μηδὲν φιλανθρωπίᾳ ποιεῖν, πάντα δὲ ἀργυρίου. ἐγὼ δὲ γελάσας καὶ διεξελθὼν ἃ σύνοιδά σοι, γυμνός, ἔφην, πορεύου καὶ πενίαν οὐ μέμψῃ

ἄγε οὖν, ὦ γενναῖε, δέχου τε τὸν ἄνδρα εὐμενῶς καὶ παῦε τῶν κακῶν ὁπόσα ἔξεστί σοι καὶ δεῖξον ἡμῖν ὡς οὐδὲν ἔλατ- τον ἐσχήκαμεν ἢ εἰ γράφειν εἴχομεν τῷ τῆς γνώσεως κυρίῳ.