Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ὃ πάλαι ἐπόθεις ἀκοῦσαι, νῦν ἥκει σοι, θαυμαστή ἀφορμὴ πρὸς τὴν τῆς καταδίκης λύσιν, ἣ κατ’ οὐδὲν μὲν δί- καῖον ἐπέπεσεν Ἀνυσίῳ τῷ καλῷ, τὸ μὴ παγῆναι δὲ βεβαίως ὑπὸ τῆς σὴρ ἔπαθε πρᾳότητος.

δικαίας γὰρ ἀναβολῆς οἱ [*](7 Vii α', ρπ'. Va β', ργ'. Vo β', ργ' α', ρπα'. Va β'. ρδ'. Vo β', ρδ') [*](8 Seeck 280. 369. Silomon 35 13 Iulianus cf. Seeck 191 VI 17 Sievers 80 not. 57. Seeck 214. 369. Silomon 36 20 Seeck 78) [*](2 μὴ δ’ V Vo μηδὲ Va 3 πῶς ταῦτα; νὴ Δία, βουλῆς scripsi πῶς ταῦτα διαβολῆς libri Wolf „διαβουλῆς aut δεῖ βουλῆς. quia autem fiant haec? opus nempe est deliberatione non longa“) [*](6 φθάσεται V 9 ἃ Va Vo | ηὐχόμην V 11 ἔπεστι sed α supra ἔ m4 21 πραότητος V)

185
μὲν ἐδεήθησαν ἀεί, σὺ δὲ οὐκ ἐφθόνησας, καὶ ταύτῃ δὴ τοῦ χρόνου χωροῦντος τῇ μεγαλοψυχίᾳ τοῦ βασιλέως εὑρέθη τόπος, ὃν ἐνεγκεῖν ἡμῖν ὄνησιν σὺ κύριος. τὸ μὲν γὰρ ἐνέχυρον ἔξω τῆς ἀπὸ τῶν γραμμάτων ἀνάγκης, ὡς πολλαχόθεν εἴσῃ, τοῦτο δέ, ἢν μὲν ἐθέλῃς, ἰσχυρὸν ἡμῖν, εἰ δὲ μή, καπνοῦ σκιά. ἀλλὰ γὰρ ὑβρίζειν ἔοικα περὶ ὧν ἔδει θαρρεῖν ἀφεὶς τὸ διαπιστεῖν. σαυτῷ γάρ, οἶμαι, διαλέξῃ περὶ τοῦ δεῖν ἀκολουθῆσαι σαυτῷ. εἰ δὲ δὴ καὶ φίλων ἱκετείας οὐ μικρὸν δεῖ νομίζειν, τὸ μὲν Εὐστοχίου καὶ Νικεντίου γράμμα τίμιον, τοὐμὸν δὲ ἴσως οὐκ ἄτιμον.