Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Εἴη σε τὴν στοὰν ταυτηνὶ τὴν εὐρεῖάν τε καὶ μακρὰν καὶ ὑψηλὴν καὶ τῷ Διονύσῳ φίλην ἐπιτελέσαι κατὰ νοῦν καὶ σταίη γε παγίως, ἕως ἀνθρώπων γένος, σώζουσα τῷ γε ἐγεί- ραντι τοὔνομα.
ἀλλ’, ὦ μακάριε, μὴ τοῦθ’ ἓν μόνον σκο- πῶμεν, ὅπως μεγάλα ποιήσωμεν, ἀλλὰ καὶ ὅπως μηδένα ἐν οἷς ποιοῦμεν λυπήσωμεν· ὡς νῦν γε εἰσὶν οἱ στένουσιν, ὧν αὐτὸς ᾐσθόμην, καὶ οὔ σε ἀποκρύψομαι, ἴν’ εἴ τι φαινοίμην λέγων, παύσαις τὸ γιγνόμενον.
κίονας ἐκ Σελευκείας τοῖς μὲν ἐπέ- ταξας κομίζειν, κομίζειν, τοὺς δὲ ᾔτησας χάριν. ὁ δὲ οὕτω διειλεγμένος κύριον πεποίηκε τὸν αἰτηθέντα ἀμφοῖν. ἡ βουλὴ μὲν ὑπηρε- τεῖ σιγῇ, τῶν δὲ ἐν ἀρχαῖς γεγενημένων οἱ μὲν ταὐτὸν ἐκεί- νοις ποιοῦσι καὶ κομίζουσιν, εἰσὶ δὲ οἷς δοκεῖ τὸ πρᾶγμα δει- νόν, οἷς ἀξία μέν ἐστι, δύναμις δὲ οὐκ ἔστι.
καὶ τὸ ὑπάρ- [*](4 Vii α'. ροζ'. Va β', (??). Vo β', (??) S γ', ιγ') [*](5 cf. ep. 197. 242. 617. Seeck 215. 369) [*](1 num ἄλλων <ἀρχόντων>? | διαφέροντι scripsi e V Va Vo S Vi διαφέρειν Vind D Wolf διαφέροντι τῷ Re | τὸν om Β | om V Va Vo S Vi | φιλίας D 2 τὸ V S 3 τρίβωνα καὶ Vind D „potest comici poetae fuisse χαίρειν ἐᾶν πώγωνα καὶ τρίβωνα καὶ βακτηρίαν“ M. Haupt Herm. II 220. videtur potius Libanius versum finxisse ad exemplum Phoenicidis fab. inc. IV 511,4 V. 16 M (= III 334,4 K) τρίτῳ συνέζευξ’ ἡ τύχη με φιλοσόφῳ | πώγων’ ἔχοντι καὶ τρίβωνα καὶ λόγον 7 τῷ e libris om Wolf 10 num ποιήσομεν et 11 λυπήσομεν? 12 ἀποκρύψομαι scripsi ἀποκρυψαίμην libri Wolf | λέγειν, σας Va 14 τοῖς Va Vo 15 τῶν αἰτηθέντων coni Gothofr Not | ἡ βουλὴ μὶν ὑπηρετεῖ scripsi ἡ βουλὴ μὲν οὖν ὑπηρετεῖ Re ἠβούλου μὲν ὑπηρετεῖν libri Wotf 18 ἀξίωμα Va)
ἀλλ’, εἰ δοκεῖ, τῇδε ποιῶμεν· κήρυξον, εἴ τις βούλεται, τούς τε γὰρ βουλομένους εὑρή- σεις διὰ τὸ δύνασθαι τούς τε οὐ δυναμένους οὐκ ἀνιάσεις. καὶ οὕτως οὐδεὶς καταράσεται τῷ ποιουμένῳ. εἴη δέ σοι μικρὰ κατασκευάζεσθαι συνηδομένων ἁπάντων ἢ βαρυνομένων τὰ τείχη Βαβυλωνίων.