Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Εὔνομος οὑτοσὶ καὶ τῶν εὖ γεγονότων καὶ τῶν λέγειν ἐπισταμένων καὶ τῶν ἐπιείκειαν ἠσκηκότων. ἀμειβόμενος δὴ τὸν ἄνδρα παρά τε τὸν Μόδεστον εἰσάγω καὶ πάλιν εἰσάγω παρὰ σὲ διὰ γραμμάτων νομίζων ταύτην ἐκείνης οὐ λείπεσθαι τὴν χάριν. ἦν δὲ ἄρα καὶ μείζω ταύτην ἐκείνης εἰπεῖν, εἰ δὴ καὶ πλείω καὶ συνεχῶς ἔστιν εὖ παθεῖν Εὐνόμῳ παρὰ τῆς σῆς εὐνοίας.

ἀλλ’ ὅπως καὶ ἕτερον τιμήσῃς Εὔνομον, τούτου μὲν ἀνεψιόν, ἐμοὶ δὲ ἀδελφοῦ καλλίω. ἡ τοῦτο μὲν αὑτῷ δέ- δωκεν ἐκεῖνος φθάσας τὴν ἐμὴν ἐπιστολήν, καὶ οὐκ ἔμελλες ἀγνοήσειν ἄνδρα τε χρηστὸν καὶ ῥήτορα δεξιόν, τὰ γράμματα δὲ προσθήκην ἐργάσεται τῇ πάλαι γιγνομένῃ τιμῇ.

ἀλλὰ κάκείνῳ τίς ἐστιν Εὐδαίμων ἀνεψιός, οὐδὲν εἰς ἐμὲ φαυλό- τερος Εὐνόμου, φαίη δ’ ἂν Εὐδαίμων, ὅτι καὶ προθυμότε- ρος. ἀλλ’ ἔγωγε τοῦτ’ ἀεί ποτε ἐφθεγξάμην ὡς ἐν ἴσῳ, καὶ [*](4 Vii α', ρμε'. Va β', [ξη']. Vo β', ξη'. Vi σπς') [*](5 Sievers 78 not. 11. Seeck 112. 367. Silomon 36 6 Seeck 131 8 Seeck 213 17 Seeck 131) [*](1 βοηθῶν — 2 ἐλαυνομένῳ praemissis verbis ἐλαύνει ἀντὶ τοῦ διώκει ἢ κατατείνει καὶ βιάζεται· Λιβάνιος laudavit excerpt. cod. Darmstad. 2773 fol. 360v 1 βοηθῶν] βοήθησον Darmst. 2 κατ’ ἄκρας D Wolf | πρᾶξιν D | ἃ Vind | μὲν οἴσει scripsi ἕξει S sed in marg ὃ σοὶ ἕξει κόσμον καὶ ἡμῖν εὐθυμίαν ἕξει VaVoVind Wolf | ἡμῖν δὲ] καὶ ἡμῖν Vind 3 δ’(2) S 7 reposui e libris τὴν Wolf 12 num τιμήσεις? at cf. ep. 238 13 εἰ et αὐτῷ legendum et deinde aliguid deesse coni Re Not (cod. Bodl. Dorvill. Χ. I. 4. 27) | αὐτῷ Vo sed ’ e ’ corr m3,) [*](17 ἐστιν om Vi 18 φαίνῃ Vi | ὡς ante προθυμότερος Vi) [*](19 τοῦτό που τε Vi | αἰεί VVaVo)

157
πολλοὺς αὐτοῖν ἄρχοντας ἀπέφηνα συμμάχους, ὧν οὐδενὶ μετε μέλησε.

σὺ δ’ ἐν μὲν τῷ ποιεῖν εὖ τοὺς ἔμπροσθεν μιμή- σῃ, νικήσεις δὲ τοὺς ἔμπροσθεν διὰ τῶν ὑπερβολῶν.