Epistulae
Libanius
Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.
Νῦν ὄντως μοι τοὺς μισθοὺς ἀπέδωκας, οὐ χρυσίον καὶ ἀργύριον, ταῦτα δὴ τὰ παρὰ τῶν πολλῶν τε φερόμενα καὶ τέρποντα τοὺς πολλούς, ἀλλ’ οὗ χάριν καὶ τῶν πατρῴων ἀπέ- στην. τοῦτο δέ ἐστι δόξα.
ταύτην μοι δέδωκας δείξας, ὡς οὐ παλαιστὴς ἄρα ἐγὼ μόνον, ἀλλὰ καὶ γυμναστὴς ἀγαθός. οἶσθα γάρ, ὡς οἱ τὴν ῥώμην οὐ τολμῶντες ψέγειν ἐκεῖνο πει- ρῶνται δάκνειν, ἀλλὰ σύ γε αὐτοὺς ἀφώνους ἐκάθισας τῇ σαυτοῦ φωνῇ.
γιγνέσθω δὴ πυκνὸς ὁ δρόμος καὶ βίου μὲν ὁδὸν ἣν οἴει σοι συμφέρειν αἱροῦ, πανταχοῦ δὲ οἴου σαυτῷ καὶ τὸ λέγειν προσήκειν. οὐδεὶς γὰρ βίος ὑπὸ ῥητορικῆς αἰ- σχύνεται. καὶ ταῦτα ἡγοῦ δεῖσθαί σου καὶ τὸν πατέρα καὶ μηδὲ τῆς ἡδονῆς ἄμοιρον εἶναι καὶ ταῦτα ὄντα ὑπὸ γῆς.