Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Ἀλλ᾿ ὑμῖν μὶν οἱ γάμοι χωροῖεν κατὰ νοῦν Δῖός τε γα- μηλίου καὶ τῆς Δῖός θυγατρός, ἧς ἔργα γάμου, διδόντων τὴν ἀγαθὴν τῇ συζυγίᾳ τύχην, ἡμῖν δὲ νῦν οὔπω καιρὸς ἐπὶ τοι- αὐτὰ φοιτᾶν. ἡ τάχα ἂν ἦμεν οὐ τῶν δειπνούντων μόνον, ἀλλὰ καὶ τῶν ᾀδόντων φίλου μὲν ἐκδιδόντος ἀδελφιδῆν, φί- λου δὲ ἀγομένου τὴν κόρην.

ἀλλ’ ὅπερ ἔφην, μέχρι τοῦ συνεύξασθαι πόρρωθεν κοινωνοῦμεν τῶν δρωμένων· τοσοῦτο 10 γὰρ ἔξεστιν.

[*](W 121)

ρκα΄.

Ἀκακίῳ. (359/60)

Ἐψεύσω μέν, ἀλλ’ ὁ παῖς σοι τῷ ψεύδει γεγένηται βελ- τίων, τῷ δὲ τοιούτῳ ψεύδει κἀν τῇ Πλάτωνος πόλει χώραν ὁρῶμεν οὖσαν.

ἐγὼ δὲ Τιτιανὸν ἀεὶ μὲν ἰδεῖν ἐπόθουν, εἷναι δὲ ἐν φαυλοτέροις ὄντα παρὰ τῷ πατρὶ καὶ τοῖς ἐκείνου [*](1 Vii α', ρα'. Va β', κδ'. Vo β', κδ'. S ε', νβ'. D σνα'. Α [β΄] α', ρβ'. Va β', κε'. Vo β', κε'. S β', κγ'. Vi κβ'. W ια'. Vind μ΄. D ρκδ') [*](2 Seeck 198. 364. Silomon 35 4 II. ε 429 12 Sievers 277. Seeck 45. 364. Silomon 35 13 cf. ep. 59 14 Plat. rep. III p. 389 A) [*](2 μακεδονίῳ Va sed μα in ras m4 ἀγαπητῶ D 3 κατα- νοῦν Α 4 Διὸς — διδόντων] θ.οῦ διδόντος SD | τῆς sed ης ex ου corr m4 | γάμου scripsi coll II. I. I. γάμοι Wolf γάμοιο coni Thalheim 5 συζυγίατύχην Α | σύζυγι Va Vo S D sed in συζυγία corr V4 Vo4 6 ἦ S | ἦμεν 7 ἐκδόντος Α | ἀδελφιδὴν V Va Vo 9 κοινωνοῦμεν S D | δρομένων Α | τοσοῦτο scripsi ex Α τοσοῦδε in hoc οῦ in όν corr m4, SD τόσον Wolf 10 ἔξεστι Vo A Wolf 13 γενήσεται Vi 14 κἂν Va 15 μὲν om Vi | ἐπόθουν reposui e libris ἐπόθουν ἰδεῖν Wolf)

123
λόγοις οὐδεπώποτε ἐπείσθην, οὐδὲ γάρ, εἰ. Μαχάων ἦν παρὰ τῷ πατρί.

χρυσῆν δὲ εἰ φαίην γεγονέναι τοῦ νεανίσκου τὴν ψυχὴν τοσαῦτα κάλλη δεξαμένην, τιμήσαιμ’ ἂν τὸν χρυ- σὸν αὐτὸν καί, εἰ βούλει γε, τὸν Κολοφώνιον.

ἐνθυμοῦ- μαι δέ, τίς ἂν ἦν ἡ συλλογὴ τοῦ θέρους ὑμῖν αὔρας ἔχον- τος, ὁπότε ἐν τοσούτῳ πνίγει τοσαῦτα ἤθροισται, ἃ σοῦ τε κα- ταλέγοντος οὐκ ἠπίστουν εὗρόν τε κάλλιον ἐν τῷ τόκῳ τῶν λόγων, οὓς Τιτιανὸς μὲν τίκτει γενναίους, ἔσονται δὲ οἱ κα- λέσοντες κακοὺς οὐκ ὀλίγοι μὲν ἀμαθίᾳ, πλείους δέ, οἶμαι, φθόνῳ.

ρκβ΄.

[*](W 122)

Νικεντίῳ. (359/60)

Παρεκελεύου μοι μεμνῆσθαί σου γράφων. τί οὖν οὐ παρεκελεύου μοι καὶ ἐμαυτοῦ μεμνῆσθαι; εἰ δὲ τοῦτο ἡγῇ πε- ριττόν, καὶ περὶ ἐκείνου τὴν αὐτὴν ἔχε δόξαν· ὡς ἔγωγε, ὅταν ἐμαυτοῦ, τότε ἐπιλήσομαι καὶ σοῦ τοῦ πολλοῖς τε καὶ καλοῖς ἔργοις ταῖς ἡμετέραις ψυχαῖς μνήμην ἐντήξαντος, ἣν οὐδέ, εἰ τύραννος προσέταττεν, ἐκβαλεῖν ἴσχυεν ἄν.

ἀλλὰ καὶ τότ’ [*](11 Vii α', ργ'. Va β', κς'. Vo β', κς. S δ', κς'. Vi ρμζ'. Vind μα΄. D) [*](1 II. δ 193 sq. 219 2 Plat. Gorg. p. 486 D. cf. ep. 254 4 cf. ep. 278. Salzmann 38 12 Seeck 220. 364. Silomon 36) [*](1 οὐδὲ πώποτε V Va Vo D γρ οὐδέποτε οὐδεπώποτε S οὐδέποτε Vi W Vind Wolf num οὐδεπώποτ᾿ ἂν? | ἔπειθον D | οὐδὲ γὰρ οὐδὲ ἦν inser S om V Va Vo D 2 τοῦ νεανίσκου scripsi e V Va Vo SD τῷ νεανίσκῳ Vi sed post τὴν ψυχὴν, W Vind Wolf 3 τι- μήσαιμ’ ἂν] τιμήσοιμι Va Vo Vind 5 τε VaVo τε(??) S | ἦν Vo4 om Va 6 ἥθροισται Vo 8 μὲν om Vi 12 τῶ αὐτῶ (i. e. Κλεάρχῳ) Vi 14 τοῦθ’ Vind Wolf | ἡγῇ reposui e ἡγοῦ Wolf 18 ἐπέταττεν Vi | προσεκβαλεῖν Thalheim cf. Mid. § 122 p. 555,2 | ἴσχυεν reposui e V Va Vo S Vind D Vi Wolf | τότ’ reposui e libris cum Re τοῦτ’ Wolf)

124
ἂν ἐθαυμάζου διὰ σιγῆς, ὃς οὐκ ἐνόμισας μέρος εἶναι τῆς ἀρχῆς τὸ τοὺς ἀρχομένους ὑβρίζειν οὐδὲ εἰσπράττων ἐσπά- ραττες, οὐδὲ πληγαὶ καὶ δεσμὸς καὶ δάκρυα παρὰ σοῦ, μὲν οὖν καὶ θαλίαι καὶ πανηγύρεις καὶ τέρψεων εὑρέσεις καὶ τιμαὶ τοῖς ἐν τέλει καὶ δήμοις ἡδοναὶ καὶ παρὰ πάντων ᾠδαὶ κατὰ τὴν αὑτῶν μουσικὴν ἀμειβομένων ἑκάστων. ἤδη δέ τις καὶ γονεῦσιν οἴκοι τραχυτέροις χρησάμενος ἡμερώτερον εὗρε τὸν τὴν ἀρχὴν ἔχοντα

τούτων μεμνήμεθα, ταῦτα ἐπιζη- τοῦμεν, οὐκ ἄνευ τοῦ προσδοκᾶν. ὁ δ’ οἰόμενος ὑπὸ τῆς Τύ- χης γενέσθαι τὸν καιρὸν ἐκεῖνον λεῖον ἴστω κοσμῶν, οὐ ψέ- γων, εἰ μὴ καὶ τῷ Τηλεμάχῳ συμπλεῖν τὴν Ἀθηνᾶν κατευθύνουσαν ὄνειδος ἦν.

[*](W 128 (Cent 101))

ρκγ΄.

Εὐσταθίῳ. (359/60)

Οἱ λέγοντές με πλεῖστον ἀφεστάναι λόγων ἐμοὶ μὲν ταὐτὰ φθέγγονται σοὶ δὲ ἀντιλέγουσιν. ἐγὼ μὲν γὰρ οὐδεπώποτε [*](13 Vii α', ρδ'. Va β', κζ'. Vo β', κζ'. S β', μα'. Vi ξδ'. Vind μβ΄. Morel Lib. t. Ι (1606) praef. e codice Skoklosteriano d. Berl. Akad. 1885 p. 905)) [*](11 Od. β 286 sq. 14 Sievers 163 not. 70. Seeck 147. 364 Silomon 36) [*](1 εἶναι τῆς ἀρχῆς μέρος Vi 2 οὐ D 3 δεσμὸς scripsi e Va Vo Vi D δεσμό V sed post o ras et o in α corr m5 δεσμοὶ S δεσμὰ Vind Wolf | δάκρυα καὶ δεσμὸς Vi 6 καὶ Vi | V Va Vo Wolf | δέ τις V sed et ι m5 | τοῖς D 7 καὶ om Va Vo Vind D 8 τὴν ἀρχὴν reposui e V Va Vo S Vind D γρ τὸν τὴν τὴν σὴν ἀρχὴν S τὴν σὴν ἀρχὴν Vi τῆς ἀρχῆς Wolf „τὴν ἀρχὴν praeferendum aut .omittendum ἔκοντα“ Re | ἄρχοντα) [*](10 ὁ VaVo sed in hoc in οὐ corr m4 14 εὐσταθίῳ φιλο- σόφω S Vi Mor 15 Οἱ — 16 ἀντιλέγουσιν praemissis verbis) [*](8 ταῦτα ἐπιζητοῦμεν] τούτων ἐφιέμεθα suprascr S 9 προσ- δοκῶμεν καὶ πάλι, ἐλεύσεσθαί σε ἄρχοντα ἡμᾶν in marg S ἀφίσταμαι· τὸ ἀπέχω. γενικῇ, ὡς καὶ Λιβάνιος citat Lacapenus synt. ed. G. Hermann De emend. rat. p. 376,30 (Mosq. fol. 27) γρ. ἀφεστάναι 124, 15 ἀφεστηκέναι S ἀφεστηκέναι Lacap 124,16 δ’ Vo Wolf | οὐδὲ πώποτε πώποτ’ Vi))

125
ἐμαυτὸν ἡγησάμην ῥητορικόν, σὺ δ’ οὐδεπώποτέ με ἐπαύσω τοῦτο καλῶν.