Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Τὸ μὲν εἶναι μείζω πόλεως τῆς ἡμετέρας ἐκείνην καὶ πολλῷ γε μείζω καὶ καλλίω γε μᾶλλον ἢ μείζω καὶ τὸ μὴ μόνον ἡμᾶς, ἀλλὰ καὶ πάσας νικᾶν τοῖς ἀπὸ τῆς θαλάττης δώροις, ταῦτα μὲν οὐκ ἔστιν ἀντειπεῖν, ὃ δὲ πεπόνθαμεν, οὐκ ἀποκρύψομαί σε.

δόξα τις ἦν ἐν ἡμῖν, ὥς σε ὁ θεὸς ἐκεῖνος ὁ ταχὺς μὲν διὰ τῶν πτερῶν, δυνατὸς δὲ διὰ τῶν βελῶν ἐπὶ τήνδε πλέον ἢ ἐκείνην εἴη κεκινηκώς. ποιεῖ δὲ τοῦτο κἀν τοῖς τῶν ἀνθρώπων σώμασι. πολλάκις παρελθών τις γρυπὸν καὶ λευκὸν ἔδωκεν αὑτὸν μέλανι καὶ σιμῷ τοῦ Ἔρωτος, οἶμαι, τρυφῶντος ἐν τοῖς ἀτόποις.

καὶ ταύτην ἡμεῖς τὴν ὅ τι βούλει λέγε σὴν ἐρωμένην ἡγούμεθα, τὴν δὲ γρυπὴν ἐκείνην καὶ βασιλικὴν οὐκ ἠμελῆσθαι μέν, οὐ τοσαύτης δὲ εἶναι λαμ- πάδος. καὶ ὡς οὐκ ἄλογος ἡ δόξα, μάνθανε.

εἴ τις δυοῖν γυναικοῖν τῇ μὲν πλείω, τῇ δὲ ἐλάττω χαρίζοιτο, περὶ ποτέραν μᾶλλον ἂν αὐτὸν ἐσπουδακέναι φαίης; ἆρ’ οὐ δῆλον ὡς εἰς ἣν ἡ δαπάνη μείζων, καὶ ὁ πόθος μείζων;

ἐμὲ τοίνυν, [*](1 Vii α', (??)ε'. Va β', ιη'. Vo β', ι(??) S γ, πβ'. Vi σπ Vind λη΄) [*](2 Sievers 84 not. 85. Seeck 114. 363. Silomon 35 5 Socr. h. eccl. IV 16 10 sq. Plat. rep. V p. 474 D. cf. ep. 795) [*](2 Δατιανῷ scripsi e Va Vo Vind cum Sieversio 218 et Seeckio 113 Τατιανῷ VSVi Wolf 3 μὴ post μὲν Va Vo Wolf delevi 4 γε(2) inserui e VVa VoSVi om Vind Wolf 6 τούτοις Vi | πεπόνθειμεν Va sed ον del et πεποίθειμεν in marg m5 7 δόξα Vi sed: ὑπόληψις in marg | ἐν inserui e V Va Vo Vi om Wolf 8 διὰ(2) om Va 9 κείνην Va | κἂν Va Vi Wolf 10 quod subausiendum dixit Re inserui e V S Vi om Va Vo Vind Wolf 11 αὐτὸν VaVo αὐτῶ Vi 12 post τὴν ras fere 4 litt V 13 λέγε συνερωμένην Vi 16 ποτέραν Va sed ποτέ- ρας in marg m5 17 ἂν om V Vo SVi Vind 18 καὶ ὁ πόθος μείζων; inserui e V Va VoS om Vi Vind Wolf | μείζων (1) μεῖζον corr Vi)

115
φησὶν ἡ πόλις, πολλαῖς μὲν οἰκίαις ὥσπερ ὅρμοις ἐκόσμησας, πολλοῖς δὲ λουτροῖς, τοῖς μὲν εἴσω τεί- χους, τοῖς δὲ εὐθὺς πρὸ πυλῶν, καὶ κήπους ἐφυ- τεύσω καὶ ἀνδρῶνας ᾠκοδομήσω, θυμηδίας μακα. θεράπαιναι δὲ αὗταί με πανταχόθεν περιε- στᾶσιν, οἱ ἀγροὶ κάλλους καὶ οὗτοι μετέχοντες. σὺ δ’ ἐπὶ τοσούτοις ἀναλώμασιν ἄλλοσε τέτραψαι;

ἂν ταῦτα λέγῃ μὲν ἡ πόλις, λέγῃ δὲ ὁ πρεσβευτής. ἐρεῖ δέ, καὶ γὰρ προσέταξεν ἡ πόλις, τί ἀποκρινῇ; λόγου μὲν ἴσως οὐκ ἀπορήσεις πόριμος ὢν ἐν ἀπόροις, ἀλλ’ ἡμῖν ἔργον μὴ λόγον ἀκούειν, ὅντινα ἂν εἴπῃς, ἀλλ’ ὁρᾶν ἃ χρῄζομεν.

καὶ τὴν πρεσβείαν ἡγοῦ δύο ταῦτα ζητεῖν, πρῶτον μὲν ἡμῖν ἀποδοῦ- ναι τὸν αὐξηθέντα παρ’ ἡμῖν σωτῆρα, δεύτερον δὲ τὸν βασι- λέως Νέστορα. μὴ τοίνυν τὰς Ὀβοδιανοῦ λαμπρὰς ἐλέγξῃς ὑποσχέσεις, ὃς εἰπών, ὅτι σε πείσει πάντως, ἀπῆρεν.

ἀλλ’ ὅταν αὐτὸν ἐπαινέσῃς παρὰ τοῖς ἐκεῖ, καὶ τὴν ὅλην βουλὴν σεμνυνεῖς τῇ τούτου γνώμῃ, καλλίων γὰρ ὄντως ἁνὴρ τὴν [*](2 cf. ep. 441. 1184. 435 13 Constantium cf. Seeck 11. 100. 114 14 Datianum) [*](2 ἴσω Wolf 3 εὐθὺ VaVo | τε καὶ τειχῶν post Vind Wolf et inser S, τειχῶν VaVo delevi 4 ἀνδρῶν οἰκοδο- μήσω Vi 7 ἀναλώμασι Vi | signum interrogationis posui libri Wolf 8 λέγῃ μὶν] λέγωμεν V Vi | λέγη δὲ — 9 πόλις om Vi in marg inser S | λέγει S | πρεσβευτής scripsi Vind coll ep. 1184, ut coni Re Seeck 363 πρεσβύτης Wolf 9 ἴσως inserui e V Va Vo S Vi om Vind Wolf 10 πόρισμον Va) [*](11 ἂν ante ἀκούειν VS sed in hoc γρ λόγον ἀκούειν suprascr, Vi οὐκ ἂν Va Vo | ὅντινα ἂν εἴπῃς scripsi ὅτι εἴποις sed in hoc γρ ὅντινα ἂν εἴποις suprascr, Vi ὅτι εἶπες VaVo ὅντινα ἂν εἴποις Vind Wolf | ἃ om V Va Vo Vi | Va Vo Vi 13 τὸν(1) om Wolf | τὸν(2)} τοῦ Va Vo sed in in τὸν corr m4, Vi 14 ὁβοδιανοῦ V VoS Wolf ὁβοδιάνου Va | ἐλέγξῃς scripsi e Va Vo S VI Vind ἐλέγξεις V Wolf 15 ὃς re- posui e libris ὡς Wolf ἅς Re | σὲ VaVo | πείσει Vind sed litt post ι eras | πάντα VS sed in hoc γρ πάντως suprascr, 17 σεμνυνεῖς scripsi e V Vi σεμνύνῃς Va Vo S Vind Wolf | Va „γνώμῃ accipi debet pro συνέσει aut leg. τῇ σῇ περὶ τούτου γνώμῃ“ Re | ἀνὴρ scripsi ἀνὴρ libri Wolf cf. p. 116,3)

116
ψυχὴν ἢ τὴν μορφήν. σὺ δὲ ταῖς πολλαῖς εὐεργεσίαις ἐπίθες τὸν κολοφῶνα δοὺς αὐτῷ πρὸς ἡμᾶς ἀγγέλλειν· ὡς εἶπον, ὡς ἔπεισα. πλησίον ἁνήρ.

λαβόντες δὲ ἡμεῖς τὸν Καλ- λιόπης ἐπώνυμον, οὐ γὰρ ἂν ἀπολείποιτο τοῦ Δῖός ὁ Δῖός ὄρνις, ὅτι μὲν σὲ πρὸ τῆς πατρίδος ἔθετο, φιλήσομεν, ὅτι δ’ οὐχ αὑτόν τε καὶ σὲ πάλαι πρὸς ταύτην ἐπανήγαγεν ἀπὸ τοσαύτης γλώττης, κατηγορήσομεν, τὸ τίμημα δέ, ἢν σὺ κελεύῃς, ἀφήσομεν.