Epistulae

Libanius

Libanius. Libanius Opera, Vol 10-11. Foerster, Richard, editor. Leipzig: Teubner, 1921-1963.

Τὸ μὲν εἶναι μείζω πόλεως τῆς ἡμετέρας ἐκείνην καὶ πολλῷ γε μείζω καὶ καλλίω γε μᾶλλον ἢ μείζω καὶ τὸ μὴ μόνον ἡμᾶς, ἀλλὰ καὶ πάσας νικᾶν τοῖς ἀπὸ τῆς θαλάττης δώροις, ταῦτα μὲν οὐκ ἔστιν ἀντειπεῖν, ὃ δὲ πεπόνθαμεν, οὐκ ἀποκρύψομαί σε.

δόξα τις ἦν ἐν ἡμῖν, ὥς σε ὁ θεὸς ἐκεῖνος ὁ ταχὺς μὲν διὰ τῶν πτερῶν, δυνατὸς δὲ διὰ τῶν βελῶν ἐπὶ τήνδε πλέον ἢ ἐκείνην εἴη κεκινηκώς. ποιεῖ δὲ τοῦτο κἀν τοῖς τῶν ἀνθρώπων σώμασι. πολλάκις παρελθών τις γρυπὸν καὶ λευκὸν ἔδωκεν αὑτὸν μέλανι καὶ σιμῷ τοῦ Ἔρωτος, οἶμαι, τρυφῶντος ἐν τοῖς ἀτόποις.

καὶ ταύτην ἡμεῖς τὴν ὅ τι βούλει λέγε σὴν ἐρωμένην ἡγούμεθα, τὴν δὲ γρυπὴν ἐκείνην καὶ βασιλικὴν οὐκ ἠμελῆσθαι μέν, οὐ τοσαύτης δὲ εἶναι λαμ- πάδος. καὶ ὡς οὐκ ἄλογος ἡ δόξα, μάνθανε.

εἴ τις δυοῖν γυναικοῖν τῇ μὲν πλείω, τῇ δὲ ἐλάττω χαρίζοιτο, περὶ ποτέραν μᾶλλον ἂν αὐτὸν ἐσπουδακέναι φαίης; ἆρ’ οὐ δῆλον ὡς εἰς ἣν ἡ δαπάνη μείζων, καὶ ὁ πόθος μείζων;

ἐμὲ τοίνυν, [*](1 Vii α', (??)ε'. Va β', ιη'. Vo β', ι(??) S γ, πβ'. Vi σπ Vind λη΄) [*](2 Sievers 84 not. 85. Seeck 114. 363. Silomon 35 5 Socr. h. eccl. IV 16 10 sq. Plat. rep. V p. 474 D. cf. ep. 795) [*](2 Δατιανῷ scripsi e Va Vo Vind cum Sieversio 218 et Seeckio 113 Τατιανῷ VSVi Wolf 3 μὴ post μὲν Va Vo Wolf delevi 4 γε(2) inserui e VVa VoSVi om Vind Wolf 6 τούτοις Vi | πεπόνθειμεν Va sed ον del et πεποίθειμεν in marg m5 7 δόξα Vi sed: ὑπόληψις in marg | ἐν inserui e V Va Vo Vi om Wolf 8 διὰ(2) om Va 9 κείνην Va | κἂν Va Vi Wolf 10 quod subausiendum dixit Re inserui e V S Vi om Va Vo Vind Wolf 11 αὐτὸν VaVo αὐτῶ Vi 12 post τὴν ras fere 4 litt V 13 λέγε συνερωμένην Vi 16 ποτέραν Va sed ποτέ- ρας in marg m5 17 ἂν om V Vo SVi Vind 18 καὶ ὁ πόθος μείζων; inserui e V Va VoS om Vi Vind Wolf | μείζων (1) μεῖζον corr Vi)

115
φησὶν ἡ πόλις, πολλαῖς μὲν οἰκίαις ὥσπερ ὅρμοις ἐκόσμησας, πολλοῖς δὲ λουτροῖς, τοῖς μὲν εἴσω τεί- χους, τοῖς δὲ εὐθὺς πρὸ πυλῶν, καὶ κήπους ἐφυ- τεύσω καὶ ἀνδρῶνας ᾠκοδομήσω, θυμηδίας μακα. θεράπαιναι δὲ αὗταί με πανταχόθεν περιε- στᾶσιν, οἱ ἀγροὶ κάλλους καὶ οὗτοι μετέχοντες. σὺ δ’ ἐπὶ τοσούτοις ἀναλώμασιν ἄλλοσε τέτραψαι;