Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Περὶ δὲ τῆς τούτου δημιουργίας οὕτως λέγει· ἀπὸ τῆς τετράδος τῆς δευτέρας δυνάμεις ἀπορρυείσας δεδημιουργηκέναι τὸν ἐπὶ γῆς φανέντα Ἰησοῦν, καὶ τοῦ Λόγου τὸν τόπον ἀναπεπληρωκέναι τὸν ἄγγελον Γαβριήλ, τῆς δὲ Ζωῆς τὸ ἄλγιον πνεῦμα, τοῦ δὲ Ἀνθρώπου τὴν τοῦ ὑψίστου δύναμιν, τῆς δὲ Ἐκκλησίας τὴν παρθένον. οὕτως ὁ κατ’ οἰκονομίαν διὰ τῆς Μαρίας γενεσιουργεῖται παρ’ αὐτῶ ἄνθρωπος.

ἐλθόντος δὲ αὐτοῦ εἰς τὸ ὕδωρ, κατελθεῖν εἰς αὐτὸν ὡς περι- στερὰν τὸν ἀναβαίνοντα ἄνω καὶ πληρώσαντα τὸν δωδέκατον ἀριθμόν, ἐν ᾦ ὑπάρχει τὸ σπέρμα τούτων τῶν συγκατασπαρέντων αὐτῷ καὶ συγκαταβάντων καὶ συναναβάντων.

ταύτην δὲ τὴν δύναμιν τὴν καταβᾶσαν εἰς αὐτὸν <σπέρμα> φησὶν εἶναι τοῦ πληρώματος, ἔχον ἑαυτῷ καὶ τὸν Πατέρα καὶ τὸν Υἱὸν τήν τε διὰ τούτων γινωσκομένην ἀνονόμαστον δύναμιν τῆς Σιγῆς καὶ τοὺς ἅπαντας αἰῶνας.

καὶ [*](5 S. zu S. 182, 9 — 7 — 9 Iren. Ι 15, 3 S. 149 Η. ἀπὸ τετράδος γὰρ προῆλθον οἱ Αἰῶνες. ἦν δὲ ἐν τῇ τετράδι Ἄνθρωπος καὶ Ἐκκλησία, Λόγος καὶ Ζωή. ἀπὸ τούτων οὖν δυνάμεις, φησίν, ἀπορρυεῖσαι ἐγενεσιούργησαν Ἰησοῦν — 9 — S. 184, 10 örtlich aus Iren. Ι 15, 3 — —11 vgl. Luk. 1, 26 — 38 — 13—15 vgl. S. 179, 5. 6) [*](1 f ὀγδοήκοντα ὀκτώ. ἔχεις σαφῶς καὶ τὴν ὑπερουράνιον τοῦ Ἰησοῦ κατ αὐτοὺς γένεσιν. διὸ καὶ τὸν ἀλφάβητον Α et Β lat.) τῶν Ἑλλήνων ἔχειν Iren. 1 τὸν Dind. (s. Iren, und zu Ζ. 4): τὸ Ρ 2 τὸν Ἑ. ἔχειν We. s. Iren.: τὸ ἑλλ. ἔχει Ρ † καὶ δεκάδας ὀκτώ Iren. Miller 4 ἐπιδεικνύοντα Ρ (Iren.): ἐπιδεικνύον ö., s. zu Ζ. 1 Ἰησοῦν] † τὸν Iren. ἐκ] † τῶν Epiph. συνεστῶτα τῶν Iren. Gö.: τῶν συνεστότων (so) Ρ 5 † καὶ ω Iren. Gö. 5f πάντων] † αὐτοῦ Iren. 8 ἀπορυεῖσα δεδημιουργικέναι Ρ 9 τὸν τόπον Iren. Gö.: τοῦτον Ρ τοῦ λόγου ἀναπεπληρωκέναι τὸν τόπον Epiph. 11 τὸν δὲ τῆς ἐκκλησίας τόπον ἡ παρθένος ἐπέδειξεν Iren. οὕτως) † τε Iren. 12 αὐτῷ Iren. ö.: αὐτῶν Ρ 12 f ἄνθρωπος] † ὃν ὁ πατὴρ τῶν ὅλων διελθόντα διὰ μήτρας ἐξελέξατο διὰ Λόγου εἰς ἐπίγνωσιν αὐτοῦ Iren. 14 τὸν ἀναδραμόντα Iren., τὸν ἀναβάντα? ö. πληρῶσαι Cruice (Iren, lat.?) 15 συσπαρέντων Iren. 16 αὐτὴν δὲ Iren. 17 κατελθοῦσαν (quae descendit) σπέρμα φησὶν ’en. † σπέρμα Iren. Gö. πληρώματος Ρ: πατρὸς Iren.)

184
τοῦτο εἶναι τὸ πνεῦμα τὸ ἐν αὐτῷ φωνῆσαν διὰ τοῦ στόματος τοῦ υἱοῦ, τὸ ὁμολογῆσαν ἑαυτὸ Υἱὸν ἀνθρώπου καὶ φανερῶσαν τὸν Πατέρα, κατελθὸν μέντοι γε εἰς τὸν Ἰησοῦν ἡνῶσθαι αὐτῷ. <καὶ> καθεῖλε μὲν τὸν θάνατον, φασίν, ὁ ἐκ <τῆς> οἰκονομίας ἐγνώρισε δὲ τὸν Πατέρα Χριστὸν Ἰησοῦν.

εἶναι οὖν τὸν Ἰησοῦν ὄνομα μὲν τοῦ ἐκ τῆς οἰκονομίας ἀνθρώπου λέγει, τεθεῖσθαι δὲ <εἰς> ἐξομοίωσιν καὶ μόρφωσιν τοῦ μέλλοντος εἰς αὐτὸν κατέρχεσθαι Ἀνθρώπου, ὃν χωρήσαντα ἐσχηκέναι αὐτόν, αὐτόν τε εἶναι τὸν Ἀνθρωπον, αὐτὸν τὸν Λόγον, αὐτὸν τὸν Πατέρα κοὶ <τὸν> καὶ τὴν Σιγὴν καὶ τὴν Ἀλήθειαν καὶ Ἐκκλησίαν καὶ Ζωήν.

Ταῦτα μὲν οὐν πρόδηλα εἶναι πᾶσιν ἐλπίζω τοῖς ὑγιαίνοντα νοῦν κεκτημένοις ὄντα ἄκυρα καὶ μακρὰν τῆς κατὰ θεοσέβειαν γνώσεως, ὄντα μέρη ἀστρολογικῆς λογικῆς ἐφευρέσεως καὶ ἀριθμητικῆς Πυθαγορείου, καθὼς οἱ φιλομαθεῖς εἴσεσθε, ἐν τοῖς προμεριμνηθεῖσιν ἡμῖν ἐκκειμένων τούτων τῶν δογμάτων.

ἵνα δὲ σαφέστερον τούτους ἐπιδείξωμεν οὐ Χριστοῦ μαθητάς, ἀλλὰ Πυθαγόρου καὶ τῶν περὶ τὰ μετέωρα τῶν ἄστρων ἀπ(ει)λημμένων, ὅσα ἐπιτομῇ δυνατόν ἐστιν ἐκθήσομαι. λέγουσι γὰρ ταῦτα· ἐκ μονάδος καὶ δυάδος τὰ ὅλα συνεστάναι, καὶ ἀπὸ μὲν] μονάδος ἕως τῶν τεσσάρων ἀριθμοῦντες, οὕτως γεννῶσι τὴν δεκάδα.

πάλιν δ’ αὖ δυὰς προελθοῦσα ἕως τοῦ ἐπισή- [*](2f Mark. 14, 62 mit Par.? — 3 Mark. 1, 10 — 6 f vgl. Gen. 1, 26 — 14 f 2 (IV 43) IV 51 — — S. 185, 6 πεπλανῆσθαι aus Iren. 1 16, 1 S. 157f, folgt das z S. 185, 6 Citierte) [*](1 τοῦτο Epiph. (hunc esse spirituni lat.) Gö.: τοῦτον Ρ 1 f πνεῦμα τὸ διὰ τοῦ <+ στόματος τοῦ lat.> Ἰησοῦ τὸ ὁμολ. Iren. 1 λαλῆσαν Epiph., locutus est Iren, lat.): ἔφασαν Ρ 2 υἱοῦ] Ἰησοῦ? ö. (Iren.) ἑαυτὸ We.: ἑαυτὸν Ρ Epiph. φανερώσαν so Ρ: φανερώσαντα Epiph. 3 κατελθὸν μὲν εἰς τὸν Ἰησοῦν, ἡνῶσθαι δ’ αὐτῷ Epiph., descenclens quidem in lesum unitus est lat. † καὶ Iren. Gö. 4 φησίν Iren. † τῆς Epiph. ö. ἐκ hat P) 5 Ἰησοῦν1 Ρ Iren, lat.: > Epiph. Gö. 6 † εἰς Iren. We. S Iren, lat.: τὸν Epiph. χωρίσαντα Ρ 8 f χωρήσαντα ἐσχηκέναι δὲ] αὐτόν τε τὸν Ἄνθρωπον Epiph., capientem habere et ipsum Hominem Iren. lat. 8 εἶναι > 9 αὐτόν1 ] † τε Iren. λόγον καὶ τὸν Iren. † τὸν Epiph. Miller 14 προμεριμνησθεῖσιν Ρ 16 οὐ Χριστοῦ Miller: οὐχὶ Ρ 17 ἄστρων] ἀριθμῶν Cruice ἀπειλημμένων Croice: ἀπ . . λημένων Ρ, ἀπησχολημένων We. ὅσα <ἐν> We. Index ἐπιτὸ μὴ Ρ 18 ἐκ μονάδος καὶ δυάδος φάσκοντες τὸ ὅλα Iren. 19 μὲν > Iren. We. 20 δεκάδα] † μία γὰρ καὶ δύο καὶ τρεῖς καὶ τέσσαρες ἐπὶ τὸ αὐτὸ τᾶς δέκα Αἰώνων ἀπεκύησαν ἀριθμόν Iren. αὖ ἡ δυὰς ἀπ᾿ αὐτῆς προελθοῦσα Iren.)

185
μου, οἶον δύο καὶ τέσσαρα καὶ ἕξ, τὴν δωδεκάδα ἐπέδειξε. καὶ πάλιν ἀπὸ τῆς δυάδος ἀριθμούντων ἡμῶν ἕως τῶν δέκα ἡ τριακοντὰς ἀνεδείχθη, ἐν ᾐ ὀγδοὰς καὶ δεκὰς καὶ δωδεκάς.

τὴν οὖν δωδεκάδα διὰ τὸ ἐπίσημον ἐσχηκέναι συνεπακολουθῆσαν αὐτῇ τὸ ἐπίσημον πάθος <λέγουσι> καὶ διὰ τοῦτο περὶ τὸν δωδέκατον ἀριθμὸν τοῦ γενομένου τὸ πρόβατον ἀποσκιρτῆσαν πππεπλανῆσθαι, ὁμοίως δὲ καὶ ἐκ τῆς δεκάδος.

καὶ ἐπὶ τούτων τὴν δραχμὴν λέγουσιν, ἣν ἀπολέσασα γυνὴ ἅψασα λύχνον ἐζήτει, τήν τε ἐπὶ ἑνὶ προβάτῳ ἀπώλειαν καὶ τὴν τῶν ἐνενήκοντα ἐννέα συντιθέντες ἑαυτοῖς ἀριθμοὺς μυθεύουσιν, ὡς τῶν ἕνδεκα ἐπισυμπλεκομένων μένων τοῖς ἐννέα ποιεῖν τὸν τῶν ἐνενήκοντα ἐννέα ἀριθμόν, καὶ τούτου χάριν λέγεσθαι τὸ ἀμήν, περιέχον ἀριθμὸν ἐνενήκοντα ἐννέα.

ἄλλον δὲ ἀριθμὸν οὕτω λέγουσι· τὸ ἦτα στοιχεῖον σὺν τῷ ἐπισήμῳ ὀγδοάδα εἶναι, ἀπὸ τοῦ ἄλφα ὀγδόῳ κείμενον τόπῳ· εἶτα πάλιν ἄνευ τοῦ ἐπισήμου ψηφίζοντες τὸν ἀριθμὸν αὐτῶν τῶν στοιχείων καὶ συντιθέντες μέχρι τοῦ ἠτα τὸν τριάκοντα ἀριθμὸν ἐπιδεικνύουσιν.

ἀρξάμενος γάρ τις ἀπὸ τοῦ ἄλφα [*](4 ἐπίσημον] s. Usener, Weihnachtsfest2 S. 23f — 5 ff Luk. 15, 4 — 10; Matth. 18, 12—14) [*](6 — 12 Iren. a. a. 0. ἐπειδὴ τὴν ἀπόστασιν ἀπὸ δωδεκάδος γεγενῆσθαι φάσκουσι. τῷ αὐτῷ τρόπῳ καὶ ἀπὸ τῆς δωδεκάδος (δεκάδος We.) ἀποστᾶσαν μίαν δύναμιν ἀπολωλέναι μαντεύονται, καὶ ταύτην εἶναι τὴν γυναὶκα τὴν ἀπολέσασαν τὴν δραχμὴν καὶ ἅψασαν λύχνον καὶ εὑροῦσαν αὐτήν. οὕτως οὖν καὶ ἐπὶ > τοὺς ἀριθμοὺς τοὺς καταλειφθέντας, ἐπὶ μὲν τῆς δραχμῆς τοὺς ἐννέα (darum vorher δεκάδος), ἐπὶ δὲ τοῦ προβάτου τοὺς ἕνδεκα, ἐπιπλεκομένους ἀλλήλοις τὸν τῶν ἐνενήκοντα ἐννέα τίκτειν ἀριθμόν, ἐπεὶ ἐννάκις τὰ ἕνδεκα ἐνενήκοντα ἐννέα γίνεται. διὸ καὶ τὸ ἀμὴν τοῦτον λέγουσιν ἔχειν τὸν ἀριθμόν (1 † 40 † 8 † 50). οὐκ ὀκνήσω δέ σοι καὶ ἄλλως ἐξηγουμένων αὐτῶν ἀπαγγεῖλαι, ἵνα πανταχόθεν κατανοήσῃς τὸν καρπὸν αὐτῶν, folgt das zu Ζ. 13 Citierte 13— S. 186, 2 aas Iren. I 16, 2 S. 159) [*](1 τέσσαρες Epiph. ἐπέδειξε Ρ Iren.: ἀπέδειξε Miller 2 δυάδος] † ὁμοίως Cruice ἡ τριακοντάς ö.: ἢ τριάκοντα Ρ, "h λ Epiph. (XXX numerus lat.) 4 συνεπηκολούθησεν Ρ 5 † λέγουσι Iren. We. 6 ücke vor ὁμοίως ö. (vgl. Iren.), eher hinter δεκάδος We. (z. B. ὡρμῆσθαι μίαν δύναμιν) 7 δωδεκάδος Epiph. und Iren, lat., also Textfehler τούτῳ? Miller δραγμὴν λέγουσιν ἦν Ρ 8 ἄψασα Ρ 9 τὴν] τὸν? We. ἑαυτοὺς Ρ 12 nach ἀριθμὸν2 ücke ö. 13 τὸ γὰρ στοιχεῖον τὸ η σὺν μὲν τῷ Iren. εἶναι] † θέλουσιν Iren. 14 ὀγδόῳ Ρ Iren.: ἐν ὀγδόῳ Miller 15 ἐπιδυνθέντες Epiph. 15 f ἦτα τὴν τριακον τάδα Iren. 16 τις > Epiph. 16 f ἄλφα καὶ τελευτῶν εἰς τὸ ἦτα ἀριθμῷ Iren.)

186
ἕως τοῦ ἦτα, τὸν ἀριθμὸν τῶν στοιχείων, ὑπεξαιρούμενος τὸν ἐπίσημον, εὑρήσει <τὸν τῶν> τριάκοντα ἀριθμόν. ἐπεὶ οὖν ἐκ δυνάμεων ἥνωται ὁ τῶν τριάκοντα ἀριθμός, <τρὶς> αὐτὸς τὰ ἐνενήκοντα ἐποίησε· τρὶς γὰρ τριάκοντα ἐνενήκοντα.

οὕτως ἡ ὀγδοὰς τὸν τῶν ἐνενήκοντα ἐννέα ἀπεκύησεν ἀριθμὸν ἐκ πρώτης ὀγδοάδος καὶ δεκάδος καὶ δωδεκάδος, ἧς ποτὲ μὲν εἰς ὁλόκληρον συνάγοντες τὸν ἀριθμὸν ποιοῦσι τριακοντάδα, ποτὲ δὲ τὸν δωδέκατον ὑφαιροῦντες ψηφίζουσιν ἕνδεκα· ὁμοίως καὶ τὸν δέκατον ποιοῦσιν ἐννέα· ταῦτα δὲ ἐπισυμπλέκοντες καὶ δεκαπλασιάσαντες ἀριθμὸν ἐπιτελοῦσι τῶν ἐνενήκοντα ἐννέα.

ἐπειδὴ δὲ ὁ δωδέκατος αἰὼν καταλείψας τοὺς ἕνδεκα καὶ ἀποστὰς κάτω ἐχώρησε, φάσκουσι κατάλληλον καὶ τοῦτο. ὁ γὰρ τύπος τῶν γραμμάτων διδάσκει· ἐνδέκατον γὰρ τῶν γραμμάτων κεῖσθαι τὸ λ, ὅ ἐστιν ἀριθμὸς τῶν τριάκοντα, #x003E; κεῖσθαι αὐτὸ κατ᾿ εἰκόνα τῆς ἄνω οἰκονομίας, ἐπειδὴ ἀπὸ τοῦ ἄλφα, χωρὶς τοῦ ἐπισήμου, αὐτῶν τῶν γραμμάτων ὁ ἀριθμὸς ἕως τοῦ λ συντεθειμένος <κατὰ> τὴν παραύξησιν τῶν γραμμάτων αὐτῷ τῷ λ τὸν ἐνενήκοντα ἐννέα ποιεῖται ἀριθμόν.