Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

οὗτος, φησίν, <ἐστὶν> ὀφθαλμός, τῇ τιμῇ καὶ τοῖς χρώμασι μαρτυρῶν τῷ λεγομένῳ. »τὸ δὲ ὄνομα τοῦ δευτέρου ποταμοῦ Γεών· οὐτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Αἰθιοπίας«. οὗτος, φησίν, ἐστὶν ἀκοή, λαβυρινθώδης τις ὤν. »καὶ ὄνομα τῷ τρίτῳ Τίγρις· οὗτός ἐστιν ὁ πορευόμενος κατέναντι Ἀσσυρίων«.

οὗτος φησίν, ἐστὶν ὄσφρησις, ὀξυτάτῃ χρώμενος τῇ φορᾷ τοῦ ῥεύματος· [*](f. 39v) πορεύεται δὲ κατέναντι Ἀσσυρίων, ὅτι ἐκπνέοντι τῷ πνεύματι κατὰ τὴν ἀναπνοὴν τὸ ἔξωθεν ἀπὸ τοῦ ἀέρος συρόμενον ὀξύτερον καὶ βιαιότερον ἐπεισέρχεται πνεῦμα. ἀναπνοῆς γάρ, φησίν, αὕτη φύσις.

ὁ δὲ ποταμὸς ὁ τέταρτος Εὐφράτης«. τοῦτον λέγουσι στόμα, δι᾿ οὑ ἡ τῆς προσευχῆς ἔξοδος καὶ ἡ τῆς τροφῆς εἴσοδος, <ὃς> καὶ τρέφει καὶ χαρακτηρίζει τὸν πνευματικὸν τέλειον ἄνθρωπον. τοῦτο, φησίν, ἐστὶ τὸ ὕδωρ τὸ ὑπεράνω τοῦ στερεώματος, περὶ οὑ, φησίν, εἴρηκεν ὁ σωτήρ· »εἰ ᾔδεις τίς ἐστιν ὁ αἰτῶν, σὺ ἂν ᾔτησας παρ’ αὐτοῦ, καὶ ἔδωκεν ἄν σοι πιεῖν ζῶν ὕδωρ ἁλλόμενον«.

ἐπὶ τοῦτο, φησί, τὸ ὕδωρ πᾶσα φύσις εἰσέρχεται τὰς ἑαυτῆς οὐσίας ἐκλέγουσα, καὶ προσέρχεται ἑκάστῃ φύσει ἀπὸ τοῦ ὕδατος τούτου τὸ οἰκεῖον, φησί, μᾶλλον ἢ σίδηρος τῇ Ἡρακλείᾳ λίθῳ καὶ ὁ χρυσὸς τῇ [*](5f Gen. 2, 10 — 7 —10 Gen. 2, 10 —12 — 7ff eine andere allegorische Deutung bei Philo Leg. alleg. I § 63ff Cohn, Quaest. in Gen. I 12 — 11 Gen. 2, 13 — 13. 16 Gen. 2, 14 — 22 Gen. 1. 7 — 23 Joh. 4, 10 εἰ ᾔδεις τὴν δωρεὰν τοῦ θεοῦ καὶ τίς ἐστιν ὁ λέγων σοι· Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζών 14 τὸ ὕδωρ ὃ δώσω αὐτῷ γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον, vgl. V 19, 21. 27, 3 Ende und Resch, TU Χ 4 S. 88 — 26—S. 102, 1 vgl. V 17, 9. 10. 21) [*](1 ιἷον ἰδία Ρ, verb. ö. 4 οὐρανὸν ö. + δ’ Miller 5 τὸν <λοιπὸν> Miller 8 οὖν] οὗ variante LXX ö. 10 + ἐστὶν ö. 15 φησίν ö.: φασίν Ρ 17 τὸ ö.: τοῦ Ρ, τὴν? Miller 20 + ὃς Diels, + ἣ ö. 25 εἰσέρχεται] ἔρκεται ö. 26 ἑκάστη φύσις Ρ, verb. Miller)

102
τοῦ θαλασσίου ἱέρακος κερκίδι καὶ τὸ ἄχυρον τῷ ἠλέκτρῳ.

εἰ δέ τις, φησίν, ἐστὶ τυφλὸς ἐκ γενετῆς καὶ μὴ τεθεαμένος »φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον‘, δι᾿ ἡμῶν ἀναβλεψάτω καὶ ἰδέτω οἱονεὶ διά τινος παραδείσου παμφύτου καὶ πολυσπερμάτου ὗδωρ διερχόμενον διὰ πάντων τῶν φυτῶν καὶ τῶν σπερμάτων καὶ ὄψεται, ὄτι ἐξ ἑνὸς καὶ τοῦ αὐτοῦ ὕδατος ἐκλέγεται καὶ ἐπισπᾶται ἡ ἐλαία τὸ ἔλαιον καὶ ἡ ἄμπελος τὸν οὖνον καὶ τῶν ἄλλων καὶ γένος ἕκαστον φυτῶν.