Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
πάνυ γὰρ πικρῶς καὶ πεφυλαγμένως παραγγέλλουσιν ἀπέχεσθαι ὡς ἀποκεκομμένοι τῆς πρὸς γυναῖκα ὁμιλίας. τὸ δὲ λοιπὸν ἔργον, ὡς εἰρήκαμεν διὰ πολλῶν, ὥσπερ οἱ ἀπόκοποι δρῶσι· τιμῶσι δὲ οὐκ ἄλλο τι ἢ τὸν νάας οὑτοι, Ναασσηνοὶ καλούμενοι.
νάας δὲ ἐστὶν ὁ ὄφις, ἀφ’ οὗ φησι πάντας εἶναι τοὺς ὑπὸ τὸν οὐρανὸν προσαγορευομένους μένους ναοὺς ἀπὸ τοῦ νάασ· κἀκείνῳ μόνῳ τῷ νάας ἀνακεῖσθαι πᾶν ἱερὸν καὶ πᾶσαν τελετὴν καὶ πάν μυστήριον, καὶ καθόλου μὴ δύνασθαι τελετὴν εὑρεθῆναι ὑπὸ τὸν οὐρανόν, ἐν ᾗ ναὸς οὐκ ἔστι καὶ ὁ νάας ἐν αὐτῷ, ἀφ᾿ οὑ ἔλαχε ναὸς καλεῖσθαι.
εἶναι δὲ τὸν ὄφιν λέγουσιν οὗτοι τὴν ὑγρὰν οὐσίαν, καθάπερ καὶ Θαλῆς ὁ Μιλήσιος, καὶ μηδὲν δύνασθαι τῶν ὄντων ὅλως, ἀθανάτων ἢ θνητῶν, τῶν] ἐμψύχων ἢ ἀψύχων συνεστηκέναι χωρὶς αὐτοῦ.
ὑποκεῖσθαι δὲ αὐτῷ τὰ πάντα, καὶ εἶναι αὐτὸν ἀγαθόν, καὶ ἔχειν πάντων ἐν αὑτῷ ὥσπερ ἐκ κέρατι ταύρου μονοκέρωτος τὸ κάλλος τῶν ἄλλων καὶ τὴν ὡραιότητα ἐπιδιδόναι πᾶσι τοῖς οὐσι κατὰ φύσιν [*](24 ff vgl. C. 7, 38. 8, 16 — 24 —26 vgl. Plut. De Iside 33. 36 S. 364 Β; Iren. I 30, 3 S. 228 Η — 25f Joh. 1, 3, vgl. Hipp. C. 8, 5. 9, 2 E. — 28 Deut. 33, 17 πρωτότοκος ταύρου τὸ κάλλος αὐτοῦ, κέρατα μονοκέρωτος τὰ κέρατα αὐτοῦ, ἐν αὐτοῖς ἔθνη κρατιεῖ) [*](2 οὐ κωδώνων Schneidewin, Philol. III 261 (Wil.): οὐ ὠδινῶν Ρ, κωδώνων Gö. συμβόμβοις Ρ 3 αὐλῷ Wil.: αὐλῶν P 6 μυκητᾷ Wil.: μύκτητα Ρ 7 εἰς] οἷς 8 εὐών Ρ 9f die ὡς weisen auf eine Fortsetzung 14 μόνον <δὲ> Miller 20 ἀπὸ τοῦ νάας > Cruice 23 ἔλαχε ö.: ἔλαβε 26 Cruice 28 πάντα Ρ, verb. Diels αὐτῶ Ρ 28f <ὥστε> τὸ κάλλος τῶν ö., ßere ücke nacb μονοκέρωτος Miller 29 τῶν ὅλων Hilgenfeld S. 256)
Ἐδὲμ δὲ εἶναι λέγουσι τὸν ἐγκέφαλον, οἱονεὶ δεδεμένον καὶ κατεσφιγμένον ἐν τοῖς περικειμένοις χιτῶσιν ὥσπερ οὐρανοῖς· παράδεισον <δ’> νομίζουσι τὸν μέχρι μόνης τῆς κεφαλῆς ἄνθρωπον. ἐξερχόμενον οὖν τοῦτον τὸν ποταμὸν ἐξ Ἐδέμ, τουτέστιν ἀπὸ τοῦ ἐγκεφάλου, »ἀφορίζεσθαι εἰς ἀρχὰς τέσσαρας, καλεῖσθαι δὲ τὸ ὄνομα τοῦ πρώτου ποταμοῦ Φεισών, οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν Εὐϊλάτ, ἐκεῖ οὐν ἐστι τὸ χρυσίον· τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν· καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ λίθος ὁ πράσινος«.