Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

9. Ὅτι, φησίν, έν Βορισσῷ (κώμη δὲ τῆς δευτέρας Καππαδοκίας τὸ χωρίον) πρεσβύτερος Ἀνύσιος ᾤκει, υἱοὺς μὲν τέσσαρας ἔχων, θυγατέρα δὲ μίαν, ἧς Εὐλάμπιος μὲν ἡ ὀνομασία, Φιλοστόργιον δὲ ἐγείνατο τὸν ταῦτα γεγραφότα. ὁ δὲ ταύτης ἀνήρ, Καρτέριος ὄνομα, τὴν Εὐνομίου δόξαν ἐτίμα. καὶ πείθει τὴν γυναῖκα πρὸς τὴν αὐτοῦ μετατάξασθαι γνώμην καὶ γὰρ ἐκ πατρὸς καὶ μητρὸς αὕτη τὸ ὁμοούσιον ἔστεργεν. ἡ δὲ πεισθεῖσα τοὺς ἀδελφοὺς συνεφέλκεται εἶτα κατὰ μέρος καὶ τὸν πατέρα καὶ τοὺς ἄλλους οἰκείους.