Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

8. Ὅτι συκοφαντοῦσι, φησίν, Εὐνόμιον ἐν τῷ οἰκείῳ ἀγρῷ κατακρύψαι τὸν Προκόπιον τὴν τυραννίδα παλαμώμενον. καὶ μόλις αὐτὸς τὰς διαβολὰς καὶ τὸν ἐκεῖθεν διεκρούσατο θάνατον. ὑπερόριος δ οὐν εἰς τὴν Μαυρουσίδα γῆν ἐκπέμπεται, Αὐξονίου τοῦ τῶν πραιτωρίων ἐπάρχου τὴν φυγὴν αὐτῷ ἐπιβαλόντος. ἀλλ᾿ ὁ μὲν χειμῶνος ὄντος ἐπήγετο· κατὰ Μοῦρσαν δὲ τῆς Ἰλλυρίδος φθάσας, ἧς ἐπίσκοπος ἐτύγχανέ τις Οὐάλης, δεξιώσεώς τε πολλῆς ἀπολαύει καὶ τῆς ὑπερορίας ἀνακομίζεται, πρὸς τὸν βασιλέα παραγεγονότος τοῦ Οὐἄλεντος σὺν Δομνίνῳ (τῆς Μαρκιανουπόλεως δὲ ἐπίσκοπος οὑτος ἠν) καὶ τὰ κατ’ αὐτὸν δεινοπαθῶς ἀναδιδαξάντων.

Ὥρμησε δὲ ὁ βασιλεὺς εἰς ὄψιν μετὰ τὴν ἀνάκλησιν Εὐνομίῳ ἐλθεῖν, ἀλλ’ ὁ Εὐδόξιος τέχναις τὴν θέαν ἐπέχει. μετὰ τοῦτο δὲ εἰς Νίκαιαν ἀφικόμενος ἐπίσκοπον αὐτῇ καθιδρῦσαι ἐτεθνήκει γὰρ Εὐγένιος ὁ ταύτην ἐφορεύων). πρὶν ἢ πέρας ἐπιθεῖναι τῇ βουλῇ τὸν βίον ἐκλείπει. καὶ μετάγεται Δημόφιλος ἀπὸ Βερροίας έν Κωνσταντινουπόλει, Οὐάλεντος τοῦ βασιλέως συνοδικὴν ὑποκριναμένου ψῆφον.