Historia ecclesiastica (fragmenta ap. Photium)
Philostorgius
Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.
17. Ὅτι οἱ πέραν τοῦ Ἴστρου Σκυθαι, τῶν Οὔννων αὐτοῖς ἐπιστρατευσαντων, ἀνάστατοι γεγόνασι, καὶ πρὸς τὴν Ρωμαίων γῆν πρὸς φιλίαν ἐπεραιώθησαν. εἶεν δ’ ἂν οἱ Οὐννοι οὓς οἱ παλαιοὶ Νεβροὺς ἐπωνόμαζον, καὶ παρὰ τὰ Ῥιπαῖα κατῳκημένοι ὄρη, ἐξ ὡν ὁ Τάναϊς εἰς τὴν Μαιώτιδα λίμνην κατασυρόμενος τὸ ῥεῖθρον ἐκδίδωσιν.
[*](1–9 vgl. Ammian. Marcellin. XXX 10. Zosim. IV 19. Chronic, min. ed. 1 242 a. 375. Ps. Aurel. Victor Epit. 45, 10. Socrat. IV 31, 7 f. Sozomen. VI 36, 5. Rufin H. E. XI 12 — 10–S. 124, 10 vgl. Ammian. Marcellin. XXXI 113. IV —24. Eunap. Fragm. 41ff. Sozomen. VI 37–40. Socrat. IV 34—38. Rutin H. E. XI 13. Theodoret H. E. IV 12 u. 31–36. Ps. Aurel. Victor Epit. 46. Hieronym. Chronic, a. Abr. 2393ff. Malalas 343 – 12 f vgl. Herodot. IV 17 u. 105)[*](* 12–15 Niceph. H. E. XI 48 PG 146, 736 C)[*](7 »fortasse <κατ'> αὐτοῦ, nisi αὐτοῦ sumatur . . . pro illic, id est in Val.; s. Register αὐτοῦ | 8 »melius συμβασιλεύοντα« Val.; vgl. unt. Ζ. 31 f u. 30 | 10ff s. ähnliche ücke bei Sozomen, VI 37, 2 u. 5 | 13 νεβροὺσ, εβ durch Corr., B Νεβροὺς Nie. | ῥιπαῖα aus ῥιπυία corr. B Ῥιπαῖα Nie. | κατωκήμενοι sie B)[zu Ζ. 3–8] Vgl. Theophan. 62, 2: Γρατιανοῦ δέ, τοῦ υἱοῦ αὐτοῦ, μὴ ἐκεῖσε, καὶ Οὐάλεντος ἐν Ἀντιοχείᾳ διάγοντος, τὸ εὑρεθὲν στρατόπεδον ἐν τῷ τόπῳ ἐν ᾧ ἐτελεύτησεν Οὐαλεντινιανὸς ὁ μέγας, Οὐαλεντινιανόν, τὸν υἱὸν αὐτοῦ, ὡς ἐτῶν δ᾿ ἀνηγόρευσαν Αὔγουστον, συμπαρούσης καὶ Ἰουστίνης, τῆς μητρὸς αὐτοῦ, ἐν τῇ Πανονίᾳ. τοῦτο μαθὼν Γρατιανὸς τὸν μὲν ἀδελφὸν αὐτοῦ εἶχε συμβασιλεύοντα μεθ’ ἑαυτοῦ, τοὺς δὲ ἀναγορεύσαντας διαφόροις τρόποις ἐτιμωρήσατο διὰ τὸ παρὰ γυώμην αὐτοῦ τοῦτο γενέσθαι.
Zonar. XIII 17,2–6: Ὄτε δὲ ὁ Οὐαλεντινιανὸς ἐτελεύτησεν, οὐ παρῆν οὑτος ὁ Γρατιανὸς) ἐπὶ τῷ θανάτῳ τῷ τοῦ πατρός. ἡ γοῦν στρατιὰ τηνικαῦτα τὸν νέον Οὐαλεντινιανὸν βασιλέα ἀνεῖπε τετραετῆ τότε τυγχάνοντα. ἐπανελθὼν δ’ ἐκ τῆς ἀποδημίας Γρατιανὸς τοὺς μὲν στρατιώτας ἐκάκισε καὶ τινας αὐτῶν καὶ ἐκάκωσε, κολάσας τοὺς τῆς τοῦ ἀδελφοῦ πρωτουργοὺς ἀναρρήσεως, ὠς ἄτερ γνώμης αὐτοῦ βασιλέως ὄντος ἄλλον ἀναγορεύσαντας. τὸν δὲ ἀδελφὸν αὐτὸν συνάρχειν οὐ παρῃτήσατο, ἀλλὰ κοινωνὸν τῆς βασιλείας προσείλετο.
Οἱ δέ γε Σκύθαι, μεταναστάντες, ἀπὸ τοῦ μέτριοι τὰ πρῶτα εἶναι τοῖς Ῥωμαίοις εἰς τὸ λῃστεύειν ἐτράποντο· εἶτα καὶ πόλεμον ἀκήρυκτον εἵλοντο. Οὐάλης δὲ ταῦτα πεπυσμένος ἐξ Ἀντιοχείας ἀπαίρει, καὶ κατὰ Κωνσταντινούπολιν γεγονὼς ἐπὶ Θρᾴκην ἐλαύνει. καὶ μάχῃ συμπλακεὶς τοῖς βαρβάροις καὶ πολλοὺς ἀποβαλὼν ἀνὰ κράτος φεύγει. καὶ πάσῃ συχεθεὶς ἀμηχανίᾳ καὶ ἀπορίᾳ, ἔν τινι τῶν κατὰ ἀγροὺς οἰκημάτων χόρτον φέροντι σὺν ὀλίγοις τοῖς ἑπομένοις κατακρύπτει ἑαυτόν. οἱ δὲ βάρβαροι καταδιώκοντες, ὥσπερ τὰ ἄλλα τῶν έν ποσίν, οὕτω καὶ τὸ οἴκημα πυρὸς δαπάνην ἐτίθεντο. οὐδεμίαν περὶ τοῦ βασιλέως λαβόντες ὑπόνοιαν.
Ἀλλ᾿ ὁ μὲν οὕτως ἠφάνισται, τὸ πλεῖστόν τε καὶ κράτιστον τῆς Ῥωμαϊκῆς ἀρχῆς συναποκειράμενος· οἱ δὲ βάρβαροι πᾶσαν ἀδεῶς τὴν Θρᾴκην ἐληΐζοντο, Φριτιγέρνους αὐτοὺς ἄγοντος. ὁ δὲ Γρατιανὸς ἐκόψατο μὲν τὸν θεῖον, ἐθρήνησεν δὲ τὴν Ῥωμαίων συμφοράν· Θεοδόσιον δὲ βασιλέα χειροτονήσας εἰς τὴν τοῦ θείου βασιλείαν αναπεμπει.
Ὁ δὲ Θεοδόσιος τὰς Ἰσπανίας μὲν εἶχεν πατρίδας, ἃς νῦν Ἰβηρίας καλοῦσι, τοῦ δι’ αὐτῶν ῥέοντος Ἴβηρος ποταμοῦ τὴν προτέραν ἐκνικήσαντος ὀνομασίαν.