Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

16. Ὄτι Οὐαλεντινιανὸς τελευτᾷ, βασιλεύσας ἔτη δυοκαίδεκα, καὶ [*](Phot.) κληρονόμον τῆς ἀρχῆς Γρατιανὸν τὸν παῖδα καταλείπει. κατέλιπεν δὲ καὶ ἑτέρους δύο παῖδας Γάλλαν τε θυγατέρα καὶ Οὐαλεντινιανόν, τέτταρά που γεγονότα ἔτη· ὃν αὐτίκα ἥ τε μήτηρ Ἰουστῖνα καὶ ὁ κατὰ Παιονίαν στρατὸς βασιλέα ποιεῖ. Γρατιανὸς μέντοι γε τὴν ἀναγόρευσιν μαθών, ὅτι μὴ διὰ γνώμης αὐτοῦ γέγονεν, οὐκ ἐπῃνεσεν· ἀλλὰ καί τινας τῶν αὐτοῦ νεωτερισάντων ἐκολάσατο. ὅμως ἔστερξε τὸν ἀδελφὸν ἔχειν βασιλεύοντα, καὶ πατρὸς αὐτῷ τάξιν ἀποπληροῦν.