Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

7. Ὅτι Εὐδόξιος κατὰ Κανδίδου καὶ Ἀρριανοῦ πρὸς Εὐζώïον γράφει. ὁ δὲ ἠχθέσθη μέν, συμπαραλαβὼν δὲ καὶ Ἐλπίδιον ἀντιγράφει, μεμφόμενός τε τὴν συμβουλήν, ἀποσχέσθαι δὲ κἀκεῖνον μᾶλλον ἀντιπαραινῶν τῆς τοιαύτης γνώμης· ἐν ταὐτῷ δ᾿ ἠρέμα πως ἐπῃτιᾶτο τὴν μακρὰν ἀναβολὴν τῶν διομολογηθέντων ὑπὲρ Ἀετίου Εὐνομίῳ.