Historia ecclesiastica (fragmenta ap. Photium)
Philostorgius
Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.
6. Ὅτι, φησίν, οἱ περὶ Κάνδιδον καὶ Ἀρριανόν, προσγενεῖς ὄντες τῷ βασιλεῖ, πρὸς αὐτὸν ἐν Ἐδέσῃ παραγίνονται καὶ τῷ Ἀθανασίῳ ἐξοικειώσασθαι τὸν βασιλέα σπουδάζοντι ἐμποδὼν ἵστανται· πλὴν ὅ γε βασιλεύς, εἰς δίαιταν κοινὴν τὰ παρ’ ἑκατέρου μέρους λεγόμενα ἀναθέμενος, ῥοπὴν οὐδετέροις τέως παρέσχεν ἐπίδηλον.