Historia ecclesiastica (fragmenta ap. Photium)

Philostorgius

Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.

1. Ὅτι φιλσοτόργιος, καὶ ἐν ἄλλοις πολλοῖς Στελίχωνος κατατρέχων, καὶ τυραννίδος ἔνοχον γράφει· καὶ ὡς Ὀλύμπιός τις τῶν μαγίστρων, φερόμενον κατὰ τοῦ βασιλέως ἐν τῷ παλατίῳ τὸ ξίφος ἀντιλαβὼν τῇ χειρί, ἐαυτὸν μὲν ἐλυμήνατο, τὸν βασιλέα δὲ διέσωσεν, καὶ συνεργὸς αὐτῷ κατέστη πρὸς τὴν ἀναίρεσιν Στελίχωνος κατὰ τὴν Ῥάβενναν διατρίβοντος.

Ἀλλοι δὲ οὐκ Ὁλύμπιον, ἀλλ’ Ὀλυμπιόδωρόν φασιν· οὐδ’ ἐπαμῦναι τῷ βασιλεῖ, ἀλλ’ ἐπιβουλεῦσαι τῷ εὐεργέτῃ Στελίχωνι καὶ εἰς τυραννίδα συκοφαντῆσαι αὐτόν. καὶ οὐδὲ μάγιστρον τηνικαῦτα εἶναι ἀλλ’ ὕστερον, μετὰ τὸν ἄδικον τοῦ Στελίχωνος φόνον, ἔπαθλον τὴν ἀξίαν λαβεῖν. ἀλλ’ οὐκ μακρὰν μακρὰν καὶ αὐτὸν ῥοπάλοις ἀναιρεθένῖα τῆς μιαιφονίας τὴν δίκην ἀποτῖσαι τῷ Στελίχωνι.