Historia ecclesiastica (fragmenta ap. Photium)
Philostorgius
Philostorgius. Kirchengeschichte. Bidez, Josef, editor. Leipzig: Hinrich, 1913.
3. Ὅτι Ἀρκαδίῳ μὲν ἐπ’ Ἀνατολῆς Ῥουφῖνος παρεδυνάστευεν, κατὰ δὲ τὴν Δύσιν τῷ Ὀνωρίῳ τὴν αὐτὴν ὁ Στελίχων τάξιν διέσωξεν. ἐκάτερος γὰρ αὐτῶν ἐκατέρῳ τῶν Θεοδοσίου παίδων τὸ τῆς βασιλείας σχῆμα καὶ τὸ νέμειν νέμειν οὐ παραιτούμενος, τὸ κράτος τῆς ἀρχῆς διὰ χειρὸς καὶ γλώσσης εἰχεν, έν ὑπάρχου προσηγορίᾳ βασιλεύων τοῦ βασιλεύοντος. οὐδέτερος δ’ αὐτῶν οἶς ὑπῆρχεν τῶν βασιλέων ἔστεργεν· ὁ μὲν γὰρ Ῥουφῖνος καὶ τὸ τῆς βασιλείας ἄνομα εἰς ἐαυτὸν μεθέλκειν ἐτέχναζεν, ὁ Στελίχων δὲ τῷ ἑαυτοῦ παιδὶ Εὐχερίῳ περιάπτειν περιάπτειν ἠγωνίζετο. ἀλλὰ τὸν μὲν Ῥουφῖνον ὁ ἀπὸ Ῥώμης ἀνακομισθεὶς στρατός, οἵ τῷ Θεοδοσίῳ κατὰ τοῦ τυράννου συνεστρατεύσαντο, ἐν τῷ λεγομένῳ τριβουναλίῳ πρὸς αὐτοῖς τοῖς τοῦ βασιλέως ποσὶ ταῖς μαχαίραις κατεκόψατο τοῦτο τοῦτο μὲν ἔχοντες ἐντολὰς παρὰ Στελίχωνος ἐξεργάσασθαι, τοῦτο δὲ καὶ διότι μυκτηρίζων αὐτοὺς ἐπεφώρατο. καὶ κατ’ ἐκείνην ἀπερράγη τὴν ἡμέραν τῆς ζωῆς καθ’ ἣν οἱ στρατολόγοι μονονουχὶ τὴν ἀλουργίδα αὐτῷ περιεβάλοντο.
Εὐμήκης δέ, φησίν, ὁ Ῥουφῖνος ἦν καὶ ἀνδρώδης· καὶ τὴν σύνεσιν αἵ τε τῶν ὀφθαλμῶν κινήσεις ἐδήλουν καὶ τῶν λόγων ἡ ἑτοιμότης. ὁ δὲ Ἀρκάδιος βραχὺς τῷ μεγέθει καὶ λεπτὸς τὴν ἔξιν καὶ ἀδρανὴς [*](7 vgl. Zosim. IV 27 f 33 u. 50. Eunap. Fragm. 48 f — 9—17 ρ vgl. Zosim. Y Eunap. Fragm. 62 f. Joh. Antioch. Fragm. 188. Oros. Histor. VII 37, 1 u. 38, 1 — 16 f s. unt. S. 141, 8 — 17— e 21 vgl. Zosim. V 4 u. 7. Joh. Antioch. Fragm. Socrat. VI 1, 4 ff. Sozomen. VIII 1, 2 f. Claudian. In Rufin. II 293 ff — 18 f vgl. Chronic. Paschal. a. 395 — 24 vgl. Eunap. Fragm. 63 Anfang — 26f vgl. Cetlren. I 574, 7) [*](9— e S. 135, 21 Niceph. H. E. XIIl 1 PG 146, 921 C 4) [*](2 βασιλέοιν Nie. Ι 4 κλίνησ, ι übergeschrieben u. ν durch Corr., B κλίνης Nie. | 6 περὶ Val. π(αρὰ) B | 7 vgl. Zosim. IV 33, 1: τὴν τῆς τρυφῆς ἀμετρίαν | 9 Ῥουφῖνος Νic. ῥουφίνω B | 11 ἐκάτερος . . . αὐτῶν vgl. Joh. Αntioch. tioch. | 12 τὸ ὄνομα vgl. Eunap. Fr. 62 u. Zosim. V 1, 1 Ι 14 ob <παρὰ> ε βασιλέων? vgl. unt. 8. 135, 17 f, Ι 22 στρατολόγοι B Nie. ἀστρολόγοι Val.; nichts zu ändern; vgl. Claudian. 1. 1. 311 ff | 23 π(αρα)εβάλοντο B, corr. Μ)
Τὴν μέντοι κεφαλὴν Ῥουφίνου τεμόντες τῷ στόματι λίθον ἐνέθεσαν, ἐπὶ καμάκου δ’ ἀναρτήσαντες πανταχοῦ περιέθεον. καὶ τὴν δεξιὰν ὡσαύτως τεμόντες ἐν τοῖς ἐργαστηρίοις τῆς πόλεως περιῆγον »δότε τῶ ἀπλήστῳ« λέγοντες. καὶ πολὺ χρυσίον ἡ αἴτησις ἠρανίσατο· οἶα γὰρ ἐπὶ λαταθυμίῳ θεάματι προθύμως τὸ χρυσίον οἱ ὁρῶντες ἀντεδίοσαν.
Ἀλλ’ ὁ μὲν Ῥουφίνου τῆς βασιλείας ἔρως εἰς τοῦτο περιέκοψεν. καὶ τὸν Στελίχωνα δέ, ὡς οὑτος λέγει, ἐπιβουλὴν κατὰ τοῦ Ὀνωρίου συστησάμενον αὐτόν τε καὶ τοὺς συστασιώτας ὁ τὸ σύνθημα παρὰ τοῦ βασιλέως δεξάμενος στερατὸς ἀποσφάττουσιν.