Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Μετὰ δὲ ταῦτα συνελθόντες αὐτός τε Νεκτάριος καὶ οἱ ἄλλοι ἱερεῖς, ἐψηφίσαντο τῆς ἐν Νικαίᾳ συνόδου κυρίαν μένειν τὴν πίστιν, καὶ πᾶσαν αἵρεσιν

700
ἀποκεκηρύχθαι: διοικεῖσθαι δὲ τὰς πανταχοῦ ἐκκλησίας κατὰ τοὺς πάλαι κανόνας: καὶ τοὺς ἐπισκόπους ἐπὶ τῶν ἰδίων μένειν ἐκκλησιῶν, καὶ μὴ εἰκῆ ταῖς ὑπερορίαις ἐπιβαίνειν, μήτε ἀκλήτοις χειροτονίαις μηδὲν αὐτοῖς προσηκούσαις σφᾶς ἐπιβάλλειν, καθὸ πρότερον, ὡς ἔτυχε διωκομένης τῆς καθόλου ἐκκλησίας,

πολλάκις συνέβη. Τὰ δὲ παῤ ἑκάστην συμβαίνοντα, τὴν τοῦ ἔθνους σύνοδον, ὡς ἂν ἄριστα φανείη, διοικεῖν τε καὶ πράττειν. Μετὰ δὲ τὸν Ῥώμης, τὸν Κωνσταντινουπόλεως ἐπίσκοπον τὰ πρεσβεῖα ἔχειν, ὡς νέας Ῥώμης τὸν θρόνον ἐπιτροπεύοντα.

Ἤδη γὰρ οὐ μόνον εἶχε ταύτην τὴν προσηγορίαν ἡ πόλις, καὶ γερουσίᾳ καὶ τάγμασι δήμων καὶ ἀρχαῖς ὁμοίως ἐχρῆτο: ἀλλὰ καὶ τὰ συμβόλαια κατὰ τὰ νόμιμα τῶν ἐν Ἰταλίᾳ Ῥωμαίων ἐκρίνετο, καὶ τὰ δίκαια

701

καὶ τὰ γέρα περὶ πάντα ἑκατέρᾳ ἰσάζετο. Μάξιμον δὲ μήτε γεγενῆσθαι ἢ εἶναι ἐπίσκοπον, μήτε κληρικοὺς, τοὺς παῤ αὐτοῦ χειροτονηθέντας: καὶ τὰ ἐπ̓ αὐτῷ ἢ παῤ αὐτοῦ πεπραγμένα, ἄκυρα ἐψηφίσαντο. Τοῦτον γὰρ Ἀλεξανδρέα τὸ γένος ὄντα, Κυνικόν τε φιλόσοφον τὸ ἐπιτήδευμα, σπουδαῖον δὲ περὶ τὸ δόγμα τῆς ἐν Νικαίᾳ συνόδου, κλέψαντες τὴν χειροτονίαν, ἐπίσκοπον Κωνσταντινουπόλεως κατέστησαν οἱ τότε ἐξ Αἰγύπτου συνεληλυθότες.