Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἀναγνοὺς δὲ ὁ βασιλεὺς

698
τῶν ἐγγραφέντων τὸν κατάλογον, ἔστη ἐπὶ Νεκταρίῳ. Καὶ σύννους γενόμενος, σχολῇ καθ̓ ἑαυτὸν ἐβουλεύετο, τὸν δάκτυλον ἐπιθεὶς τῇ τελευταίᾳ γραφῇ. Καὶ ἀναδραμὼν εἰς τὴν ἀρχὴν, αὖθις πάντας ἐπανῆλθε, καὶ Νεκτάριον αἱρεῖται.

Θαῦμα δὲ πᾶσιν ἐγένετο: καὶ ἐπυνθάνοντο ὅστις εἴη Νεκτάριος οὗτος, καὶ ποδαπὸς τὸ ἐπιτήδευμα, καὶ πόθεν. Μαθόντες δὲ μηδὲ μυστηρίων μετεσχηκέναι τὸν ἄνδρα, ἔτι μᾶλλον ἐθαύμαζον τὸ παράδοξον τῆς τοῦ βασιλέως κρίσεως. Ἠγνόει δὲ τοῦτο, οἶμαι, καὶ Διόδωρος: οὐ γὰρ ἂν ἐθάρρησεν εἰδὼς, ἔτι ἀμυήτῳ δοῦναι ψῆφον ἱερωσύνης: ἀλλ̓ οἷα εἰκὸς, νομίσας πολιὸν ὄντα μὴ καὶ πάλαι μεμυῆσθαι.

Οὐκ ἀθεεὶ δὲ ταῦτα συνέβαινεν: ἐπεὶ καὶ βασιλεὺς ἀμύητον αὐτὸν εἶναι μαθὼν, ἐπὶ τῆς αὐτῆς ἔμεινε γνώμης, πολλῶν ἱερέων ἀντιτεινόντων. Ἐπεὶ δὲ πάντες εἶξαν, καὶ τῇ ψήφῳ τοῦ κρατοῦντος συνέβησαν, ἐμυήθη. Καὶ τὴν μυστικὴν

699
ἐσθῆτα ἔτι ἠμφιεσμένος, κοινῇ ψήφῳ τῆς συνόδου ἀναγορεύεται Κωνσταντινουπόλεως ἐπίσκοπος.

Ταῦτα δὲ οὕτω γενέσθαι πολλοῖς πεπίστευται, τοῦ Θεοῦ χρηματίσαντος τῷ βασιλεῖ: οὐκ ἀκριβῶ δὲ τοῦτο, πότερον ἀληθὲς, ἤ οὔ: πείθομαί γε μὴν, οὐκ ἐκτὸς θείας ῥοπῆς ἐπιτελεσθῆναι τὸ συμβὰν, καὶ εἰς τὸ παράδοξον τῆς χειροτονίας ἀφορῶν, καὶ ἐκ τῶν μετὰ ταῦτα σκοπῶν, ὡς ἐπὶ πρᾳότατον καὶ ἀγαθὸν καὶ καλὸν ταυτηνὶ τὴν ἱερωσύνην ὁ Θεὸς ἤγαγε. Καὶ τὰ μὲν ἀμφὶ τὴν Νεκταρίου χειροτονίαν ὧδε ἔσχεν, ὡς ἐπυθόμην.