Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

πολλοῖς καὶ μεγίστοις ἐκόσμησεν εὐκτηρίοις οἴκοις. Συνελαμβάνετο δὲ καὶ τὸ θεῖον τῇ προθυμίᾳ τοῦ βασιλέως, καὶ ταῖς ἐπιφανείαις ἐπιστοῦτο ἁγίους καὶ σωτηρίους εἶναι τοὺς ἀνὰ τὴν πόλιν εὐκτηρίους οἴκους. Ἐπισημότατον δὲ μάλιστα ξένοις τε καὶ ἀστοῖς ἐξ ἐκείνου γενέσθαι συνωμολόγηται τὴν ἐν ταῖς Ἑστίαις ποτὲ καλουμέναις ἐκκλησίαν. Τόπος δὲ οὗτος ὁ νῦν Μιχαήλιον ὀνομαζόμενος, ἐν δεξιᾶ καταπλέοντι ἐκ Πόντου εἰς Κωνσταντινούπολιν: διεστὼς αὐτῆς πλωτῆρι μὲν, ἀμφὶ τριάκοντα καὶ πέντε στάδια:

ἑβδομήκοντα δὲ καὶ πρὸς, κύκλῳ περιοδεύοντι τὸν διὰ μέσου πορθμόν. Ἔλαχε δὲ τὸ χωρίον τοῦτο τὴν νυνὶ κρατοῦσαν προσηγορίαν, καθότι πεπίστευται ἐνθάδε ἐπιφαίνεσθαι Μιχαὴλ τὸν θεῖον ἀρχάγγελον. Τοῦτο δὲ κᾀγὼ εὐηργετημένος τὰ μέγιστα, ἀληθὲς εἶναι σύμφημι. Δεικνύει δὲ τοῦθ̓ οὕτως ἔχειν, καὶ ἀπὸ πολλῶν ἄλλων ἡ τῶν πραγμάτων πεῖρα: οἱ μὲν

114
γὰρ περιπετείαις δειναῖς ἢ κινδύνοις ἀφύκτοις, οἱ δὲ νόσοις ἢ πάθεσιν ἀγνώστοις περιπεσόντες, εὐξάμενοι ἐνταῦθα τῷ Θεῷ,

ἀπαλλαγὴν εὑρήκασιν τῶν συμφορῶν. Ἀλλὰ τὰ μὲν καθ̓ ἕκαστον, ὅπως συνέβη καὶ τίσι, μακρὸν ἂν εἴη λέγειν: οἷον δὲ Ἀκυλίνῳ ὑπῆρξεν, ἀνδρὶ εἰσέτι νῦν ἡμῖν συνδιατρίβοντι, καὶ ἐν τοῖς αὐτοῖς δικαστηρίοις δίκας ἀγορεύοντι, τὰ μὲν παῤ αὐτοῦ ἀκούσας, τὰ δὲ καὶ θεασάμενος, ἀναγκαίως ἐρῶ. Ἐπεὶ γὰρ λάβρος πυρετὸς ὑπὸ ξανθῆς χολῆς κινηθεὶς ἐπέλαβεν αὐτὸν, ἐπήλυτόν τι φάρμακον δεδώκασιν αὐτῷ πιεῖν οἱ ἰατροί: καὶ τοῦτο ἐξήμεσεν, ἅμα δὲ τῷ ἐμέτῳ ἐκχυθεῖσα ἡ χολὴ, πρὸς ὁμόχροον ἰδέαν ἔβαψε τὴν ἐπιφάνειαν: ἐκ τούτου δὲ πᾶν ὄψον καὶ ποτὸν ἐξήμει. Ὡς δὲ ἐπὶ πολλῷ τῷ χρόνῳ τοῦτο ὑπέμεινε, μὴ ἠρεμούσης τε ἐν αὐτῷ τῆς τροφῆς, ἠπόρει πρὸς τὸ πάθος ἡ τῶν ἰατρῶν τέχνη.

Καὶ ἤδη ἡμιθανὴς ὢν, παρεκελεύσατο τοῖς οἰκείοις φέρειν αὐτὸν εἰς τὸν εὐκτήριον οἶκον, ἰσχυρισάμενος ἢ αὐτόθι ἀποθανεῖσθαι, ἢ τῆς νόσου ἀπαλλαγήσεσθαι. Κειμένῳ δὲ ἐνθάδε, νύκτωρ ἐπιφανεῖσα θεία δύναμις, προσέταξε τὰ ἐσθιόμενα

115
πόματι βάπτειν τοιούτῳ, ὃ σύνθετον ἐκ μέλιτος καὶ οἴνου καὶ πεπέρεως ἀναμιγνυμένων ἅμα, τὴν κατασκευὴν ἔχει. Ὃ δὴ τῆς νόσου ἀπήλλαξε τὸν ἄνθρωπον: καίτοιγε τοῖς ἰατροῖς κατὰ λόγον τῆς τέχνης ἐναντίον ἐδόκει παθήμασι ξανθῆς χολῆς πόμα τὸ θερμότατον.