Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐπεὶ δὲ τοὺς αὐτόχθονας οὐχ ἱκανοὺς ἐνόμισεν πολίτας τῷ μεγέθει τῆς πόλεως, μεγίστας οἰκίας ἀνὰ τὰς ἀγυιὰς σποράδην οἰκοδομήσας, ἄνδρας ἐν λόγῳ σὺν τοῖς οἰκείοις δεσπότας ποιήσας, ἐν ταύταις κατῴκισε: τοὺς μὲν ἐκ τῆς πρεσβυτέρας Ῥώμης, τοὺς δὲ ἐξ ἑτέρων ἐθνῶν μετακαλεσάμενος.

Φόρους δὲ τάξας, τοὺς μὲν εἰς οἰκοδομὰς καὶ κάλλη τῆς πόλεως, τοὺς δὲ εἰς ἀποτροφὴν τῶν πολιτῶν, ἅπασί τε τοῖς ἄλλοις τὰ περὶ τὴν πόλιν διαθεὶς, ἱπποδρόμῳ τε καὶ κρήναις καὶ στοαῖς καὶ λοιποῖς οἰκοδομήμασι φιλοτίμως κοσμήσας, νέαν Ῥώμην Κωνσταντινούπολιν ὠνόμασε: καὶ βασιλίδα κατέστησε τῶν ὅσοι τὴν Ῥωμαίων ὑπήκοον γῆν οἰκοῦσι πρὸς ἄρκτον καὶ νότον καὶ ἥλιον ἀνίσχοντα, καὶ τὰ ἐν μέσῳ πελάγη, ἐκ τῶν παρὰ τὸν Ἴστρον πόλεων, καὶ Ἐπιδάμνου, τῶν πρὸς τῷ Ἰονίῳ κόλπῳ, μέχρι Κυρήνης

112
καὶ τῶν τῇδε Λιβύων παρὰ τὸ Βόρειον καλούμενον.

Βουλευτήριόν τε μέγα, ἣν σύγκλητον ὀνομάζουσιν, ἕτερον συνεστήσατο, τὰς αὐτὰς τάξας τιμὰς καὶ ἱερομηνίας, ᾗ καὶ Ῥωμαίοις τοῖς πρεσβυτέροις ἔθος. Ἐν πᾶσι δὲ δεῖξαι σπουδάσας ἐφάμιλλον τῇ παρὰ Ἰταλοῖς Ῥώμῃ τὴν ὁμώνυμον αὐτοῦ πόλιν, οὐ διήμαρτεν. Εἰς τοσοῦτον γὰρ, σὺν Θεῷ φᾶναι, ἐπέδωκεν, ὡς καὶ τοῖς σώμασι καὶ τοῖς χρήμασι μείζονα συνομολογεῖσθαι.

Τούτου δὲ πρόφασιν ἡγοῦμαι, τὸ τοῦ οἰκιστῆρος καὶ τὸ τῆς πόλεως θεοφιλὲς, καὶ τῶν οἰκητόρων τὸν περὶ τοὺς ἐνδεἑ??ʼ ἔλεον καὶ φιλοτιμίαν. Εἰς τοσοῦτον γὰρ τῆς εἰς Χριστὸν πίστεως ἐπαγωγός ἐστιν, ὡς πολλοὺς μὲν Ἰουδαίους, Ἕλληνας δὲ σχεδὸν ἅπαντας αὐτόθι χριστιανίζειν. Ἀρξαμένη δὲ βασιλεύειν καθ̓ ὃν συνέβη χρόνον καὶ τὴν θρησκείαν εἰς πλῆθος ἐπιδιδόναι, οὔτε βωμῶν, οὔτε Ἑλληνικῶν ναῶν ἢ θυσιῶν ἐπειράθη, πλὴν ὅσον παρὰ Ἰουλιανοῦ τοῦ βασιλεύσαντος ὕστερον πρὸς ὀλίγον ἐπεχειρήθη, καὶ

113
αὐτίκα ἀπέσβη. Ταύτην μὲν οὖν ὡσεί τινα νεοπαγῆ Χριστοῦ πόλιν καὶ ὁμώνυμον ἑαυτῷ γεραίρων Κωνσταντῖνος,