Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

ὡς εἰπεῖν, αὐτοδίδακτος τοιοῦτος φανείς. Ἀμέλει τοι οὔπω προσήβῳ γενομένῳ, τόδε φασὶν ἐπ̓ αὐτῷ συμβεβηκέναι. Δημοτελῆ καὶ σφόδρα λαμπρὰν πανήγυριν εἰσέτι νῦν ἄγουσιν Ἀλεξανδρεῖς, τὴν ἐτησίαν ἡμέραν τῆς μαρτυρίας Πέτρου τοῦ γενομένου παῤ αὐτοῖς ἐπισκόπου. Ταύτην τε ἐπιτελῶν Ἀλέξανδρος, ὁ τότε τῆς ἐκκλησίας ἡγούμενος, ἤδη τὴν λειτουργίαν πληρώσας, περιέμενε τοὺς ἅμα αὐτῷ μέλλοντας ἀριστᾷν.

Καθ̓ ἑαυτὸν δὲ διάγων, τοὺς ὀφθαλμοὺς εἶχεν ἐπὶ τὴν θάλασσαν. Ἰδὼν δὲ πόρρωθεν παρὰ τὸν αἰγιαλὸν παῖδας παίζοντας, καὶ ἐπίσκοπον μιμουμένους καὶ τὰ τῆς ἐκκλησίας ἔθη, ἐφ̓ ὅσον ἀκίνδυνον ἑώρα τὴν μίμησιν, ἥδετο τῇ θέᾳ, καὶ τοῖς γινομένοις ἔχαιρεν. Ἐπεὶ δὲ καὶ τῶν ἀπορρήτων ἥψαντο, ἐταράχθη: καὶ μετακαλεσάμενος τοὺς ἐν τέλει τοῦ κλήρου, ἐπέδειξε τοὺς παῖδας: καὶ συλληφθέντας αὐτοὺς ἀχθῆναι κελεύσας,

161
ἐπυνθάνετο τίς αὐτοῖς ἦν ἡ παιδιὰ, καὶ ποδαποὶ οἱ ἐπὶ ταύτῃ λόγοι καὶ πράξεις.

Οἱ δὲ, δείσαντες, τὰ πρῶτα ἠρνοῦντο: ἐπιμείναντος δὲ αὐτοῦ τῇ βασάνῳ, κατεμήνυσαν ἐπίσκοπον μὲν καὶ ἀρχηγὸν γενέσθαι τὸν Ἀθανάσιον: βαπτισθῆναι δὲ παῤ αὐτοῦ τινὰς τῶν ἀμυήτων παίδων.

Οὓς ἐπιμελῶς ἀνέκρινεν Ἀλέξανδρος, τί μὲν αὐτοὺς ἤρετο ἢ ἐποίησεν ὁ τῆς παιδιᾶς ἱερεύς: τί δὲ αὐτοὶ ἀπεκρίναντο ἢ ἐδιδάχθησαν. Ἀνευρὼν δὲ πᾶσαν τὴν ἐκκλησιαστικὴν τάξιν ἀκριβῶς ἐπ̓ αὐτοῖς φυλαχθεῖσαν, ἐδοκίμασεν ἅμα τοῖς ἀμφ̓ αὐτὸν ἱερεῦσι βουλευσάμενος, μὴ χρῆναι ἀναβαπτίσαι τοὺς ἅπαξ ἐν ἁπλότητι τῆς θείας χάριτος ἀξιωθέντας. Τὰ δὲ ἄλλα περὶ αὐτοὺς ἐπλήρου, ἃ θέμις μόνους τοὺς ἱερωμένους μυσταγωγοῦντας τελεῖν.