Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
Καὶ μαρτυρεῖ Ἀπολινάριος ὁ Σύρος ὧδε λέγων Οὐκ ὀκνεῖ δὲ καὶ μετὰ ταῦτα πολεμεῖν ἡ δυσσέβεια ἀλλὰ πρῶτον μὲν ἐπὶ τὸν μακάριον διδάσκαλον τοῦ ἀνδρὸς ὁπλίζεται καὶ οὗτος παρῆν συνήγορος, ὡς πατρὶ παῖς: ἔπειτα καὶ ἐπ̓ αὐτὸν, ὡς ἧκεν ἐπὶ τὴν τῆς ἐπισκοπῆς διαδοχὴν, πολλῇ μὲν ἀποφυγῇ χρησάμενος: κατὰ Θεὸν δὲ ἀνευρεθεὶς, ὡς καὶ τῷ μακαρίῳ ἀνδρὶ τῷ τὴν ἐπισκοπὴν ἐγχειρίσαντι προδεδήλωτο θείαις δηλώσεσιν, οὐχ ἕτερον ἔσεσθαι τὸν διάδοχον ἢ τοῦτον.
Ἐκαλεῖτο μὲν γὰρ ἐκ τοῦ βίου: ἤδη δὲ πρὸς ἀπαλλαγὴν τυγχάνων, Ἀθανάσιον ὀνομαστὶ μὴ παρόντα ἐκάλει. Καὶ ὡς ὁ παρὼν ὁμώνυμος ὑπήκουε τῇ κλήσει, πρὸς μὲν τοῦτον ἀπεσιώπα, ὡς οὐ τοῦτον καλῶν. Αὖθις δὲ ἐχρῆτο τῇ κλήσει: καὶ ὡς ταυτὸ πολλάκις ἐγίνετο, ἀπεσιωπᾶτο μὲν ὁ παρὼν, ἐδηλοῦτο δὲ ὁ μὴ παρών. Καὶ
Ταῦτα μὲν Ἀπολινάριος γράφει περὶ Ἀθανασίου. Οἱ δὲ ἀπὸ τῆς Ἀρείου αἱρέσεως λέγουσιν, ὡς Ἀλεξάνδρου τελευτήσαντος, ἐκοινώνουν ἀλλήλοις οἱ τὰ Ἀλεξάνδρου καὶ Μελιτίου φρονοῦντες: συνελθόντες τε ἐκ Θηβαΐδος καὶ τῆς ἄλλης Αἰγύπτου πεντήκοντα καὶ τέσσαρες ἐπίσκοποι, ἐνωμότως συνέθεντο, κοινῇ ψήφῳ αἱρεῖσθαι τὸν ὀφείλοντα τὴν Ἀλεξανδρέων ἐκκλησίαν ἐπιτροπεύειν: ἐπιορκήσαντας δὲ ἑπτά τινας τῶν ἐπισκόπων, παρὰ τὴν πάντων γνώμην κλέψαι τὴν Ἀθανασίου χειροτονίαν: καὶ διὰ τοῦτο πολλοὺς τοῦ λαοῦ, καὶ τῶν ἀνὰ τὴν Αἴγυπτον κληρικῶν ἀποφυγεῖν τὴν πρὸς αὐτὸν κοινωνίαν.
Ἐγὼ δὲ πείθομαι τὸν ἄνδρα τοῦτον οὐκ ἀθεεὶ παρελθεῖν ἐπὶ τὴν ἀρχιερωσύνην, λέγειν τε καὶ νοεῖν ἱκανὸν, καὶ πρὸς ἐπιβουλὰς ἀντέχειν: οἵου μάλιστα ὁ κατ̓ αὐτὸν ἐδεῖτο καιρός. Ἐγένετο δὲ ἐκκλησιαστικὸς ὅτι μάλιστα,