Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. καὶ πάϊς ἀθανάτοιο· θεῶν δʼ ἐς φῦλον ὀΐω
  2. κεῖνον ἀνελθέμεναι σφετέρου πατρὸς ἐννεσίῃσιν.
  3. ὣς εἰπών μιν ἔγειρεν ἀπὸ χθονὸς οὐκ ἐθέλοντα
  4. παρφάμενος μύθοισιν, ἄγεν δʼ ἀπὸ σήματος αἰνοῦ
  5. ἐντροπαλιζόμενον καὶ ἔτʼ ἀργαλέα στενάχοντα·
  6. ἐς δʼ ἄρα νῆας ἵκοντο· πόνον δʼ ἔχον ἄλλοι Ἀχαιοὶ
  7. ἀργαλέον καὶ Τρῶες ὀρινομένου πολέμοιο.
  8. Εὐρύπυλος δʼ ἀτάλαντος ἀτειρέα θυμὸν Ἄρηι
  9. χερσὶν ὑπʼ ἀκαμάτῃσι καὶ ἔγχεϊ μαιμώωντι
  10. δάμνατο δήϊα φῦλα· νεκρῶν δʼ ἐστείνετο γαῖα
  11. κτεινομένων ἑκάτερθεν. ὁ δʼ ἐν νεκύεσσι βεβηκὼς
  12. μάρνατο θαρσαλέως πεπαλαγμένος αἵματι χεῖρας
  13. καὶ πόδας· οὐδʼ ἀπέληγεν ἀταρτηροῖο κυδοιμοῦ·
  14. ἀλλʼ ὅ γε Πηνέλεων κρατερόφρονα δουρὶ δάμασσεν
  15. ἀντιόωντʼ ἀνὰ δῆριν ἀμείλιχον· ἀμφὶ δὲ πολλοὺς