Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἐς γαῖαν προΐησι· τὰ δʼ ἄλλυδις ἄλλα φέρονται
- πνοιῇς ὡς ἀνέμοιο· καὶ ἀνέρι πολλάκις ἐσθλῷ
- ἀμφεχύθη μέγα πῆμα, λυγρῷ δʼ ἐπικάππεσεν ὄλβος
- οὐκ εἰκώς. [*](Zimmermann, for ou)/ti e(kw/n and a)nqrw/poisi of v.) ἀλαὸς δὲ πέλει βίος ἀνθρώποιο· [*](Zimmermann, for ou)/ti e(kw/n and a)nqrw/poisi of v.)
- τοὔνεκʼ ἄρʼ ἀσφαλέως οὐ νίσσεται, ἀλλὰ πόδεσσι
- πυκνὰ ποτιπταίει· τρέπεται δέ οἱ αἰόλος οἶμος [*](Zimmermann, for ai)o/lon ei)=dos of v.)
- ἄλλοτε μὲν ποτὶ πῆμα πολύστονον, ἄλλοτε δʼ αὖτε
- εἰς ἀγαθόν· μερόπων δὲ πανόλβιος οὔτις ἐτύχθη
- ἐς τέλος ἐξ ἀρχῆς· ἑτέρῳ δʼ ἕτερʼ ἀντιόωσι.
- παῦρον δὲ ζώοντας ἐν ἄλγεσιν οὔτι ἔοικε
- ζωέμεν. ἔλπεο δʼ αἰὲν ἀρείονα, μηδʼ ἐπὶ λυγρῷ
- θυμὸν ἔχειν· καὶ γάρ ῥα πέλει φάτις ἀνθρώποισιν
- ἐσθλὼν μὲν νίσσεσθαι ἐς οὐρανὸν ἄφθιτον αἰεὶ
- ψυχάς, [*](Restored by Zimmermann from P.) ἀργαλέων δὲ ποτὶ ζόφον· ἔπλετο δʼ ἄμφω
- σεῖο κασιγνήτῳ· καὶ μείλιχος ἔσκε βροτοῖσι,