Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. φαίνετο τεύχεα κοῦφα· κάρη γε μὲν οὔτι βάρυνε
  2. πήληξ οὐ παλάμῃσιν ἐπέβρισεν δόρυ μακρὸν
  3. Πηλιάς, ἀλλά ἑ χερσὶ καὶ ἠλίβατόν περ ἐοῦσαν
  4. ῥηιδίως ἀνάειρεν ἔθʼ αἵματος ἰσχανόωσαν.
  5. Ἀργείων δέ μιν ὅσσοι ἐπέδρακον, οὔτι δύναντο
  6. καίπερ ἐελδόμενοι σχεδὸν ἐλθέμεν, οὕνεκʼ ἄρʼ αὐτοὺς
  7. πᾶν περὶ τεῖχος ἔτειρε βαρὺς πολέμοιο κυδοιμός·
  8. ὡς δʼ ὅτʼ ἀνʼ εὐρέα πόντον ἐρημαίῃ περὶ νήσῳ
  9. ἀνθρώπων ἀπάτερθεν ἐεργμένοι ἀσχαλόωσιν
  10. ἀνέρες, οὕς τʼ ἀνέμοιο καταιγίδες ἀντιόωσαι
  11. εἴργουσιν μάλα πολλὸν ἐπὶ χρόνον, οἱ δʼ ἀλεγεινοὶ
  12. νηὶ περιτρωχῶσι, καταφθινύθει δʼ ἄρα πάντα
  13. ἤια, τειρομένοισι δʼ ἐπιπνεύσῃ λιγὺς οὖρος·
  14. ὣς ἄρʼ Ἀχαιῶν ἔθνος ἀκηχέμενον τὸ πάροιθεν
  15. ἀμφὶ Νεοπτολέμοιο βίῃ κεχάροντο μολόντι