Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- πατρὶ φίλῳ μέγα κάρτος· ἔρως δέ οἱ ἔμπεσε χάρμης.
- καρπαλίμως δʼ ἵκοντο ποτὶ κλισίην Ὀδυσῆος·
- ἡ γὰρ ἔην ἄγχιστα νεὼς κυανοπρώροιο·
- πολλὰ δʼ ἄρʼ ἐξημοιβὰ παραυτόθι τεύχεα κεῖτο,
- ἠμὲν Ὀδυσσῆος πυκιμήδεος ἠδὲ καὶ ἄλλων
- ἀντιθέων ἑτάρων, ὁπόσα κταμένων ἀφέλοντο.
- ἔνθʼ ἐσθλὸς μὲν ἔδυ καλὰ τεύχεα, τοὶ δὲ χέρεια
- δῦσαν, ὅσοις ἀλαπαδνὸν ὑπὸ κραδίῃ πέλεν ἦτορ·
- αὐτὰρ Ὀδυσσεὺς δύσαθʼ ἅ οἱ Ἰθάκηθεν ἕποντο·
- δῶκε δὲ Τυδείδῃ Διομήδεϊ κάλλιμα τεύχη
- κεῖνα, τὰ δὴ Σώκοιο βίην εἴρυσσε πάροιθεν·
- υἱὸς δʼ αὖτʼ Ἀχιλῆος ἐδύσατο τεύχεα πατρός,
- καί οἱ φαίνετο πάμπαν ἀλίγκιος· ἀμφὶ δʼ ἐλαφρὰ
- Ἡφαίστου παλάμῃσι περὶ μελέεσσιν ἀρήρει,
- καίπερ ἐόνθʼ ἑτέροισι πελώρια· τῷ δʼ ἅμα πάντα