Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἄχνυθʼ ἐῷ περὶ παιδί, καὶ ἢν ἐπὶ δαῖτʼ ἄφίκηται
- τηλόθι κεκλόμενος φίλου ἀνδρὸς ἐς ἀλλότριον δῶ.
- καί ῥά οἱ ἱστία νηὸς ἀπόπροθι πολλὸν ἰούσης
- ἤδη ἀπεκρύπτοντο καὶ ἠέρι φαίνεθʼ ὁμοῖα·
- ἀλλʼ ἡ μὲν στονάχιζε πανημερίη γοόωσα.
- νηῦς δʼ ἔθεεν κατὰ πόντον ἐπισπομένου ἀνέμοιο
- τυτθὸν ἐπιψαύουσα πολυρροθίοιο θαλάσσης·
- πορφύρεον δʼ ἑκάτερθε περὶ τρόπιν ἔβραχε κῦμα·
- αἶψα δὲ νηῦς μέγα λαῖτμα διήνυσε ποντοποροῦσα.
- ἀμφὶ δέ οἱ πέσε νυκτὸς ἔπι κνέφας· ἡ δʼ ὑπʼ ἀήτῃ
- πλῶε κυβερνήτῃ τε διαπρήσσουσα θαλάσσης
- βένθεα· θεσπεσίη δὲ πρὸς οὐρανὸν ἤλυθεν Ἠώς.
- τοῖσι δʼ ἄρʼ Ἰδαίων ὀρέων φαίνοντο κολῶναι
- Χρῦσά τε καὶ Σμίνθειον ἕδος καὶ Σιγιὰς ἄκρη
- τύμβος τʼ Αἰακίδαο δαΐφρονος· ἀλλά μιν οὔτι