Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. προφρονέως· μάλα γάρ οἱ ἐνὶ φρεσὶ μέμβλετʼ Ἀχαιῶν
  2. ]τειρομένων ὑπὸ Τρωσὶ καὶ Εὐρυπύλῳ μεγαθύμῳ.
  3. οἱ δʼ Ἀχιλήιον υἷα παρεζόμενοι ἑκάτερθε
  4. τέρπεσκον μύθοισιν ἑοῦ πατρὸς ἔργʼ ἐνέποντες,
  5. ὅσσα τʼ ἀνὰ πλόον εὐρὺν ἐμήσατο καὶ ποτὶ γαίῃ
  6. Τηλέφου ἀγχεμάχοιο, καὶ ὁππόσα Τρῶας ἔρεξεν
  7. ἀμφὶ πόλιν Πριάμοιο φέρων κλέος Ἀτρείδῃσι·
  8. τοῦ δʼ ἄρʼ ἰαίνετο θυμὸς ἐελδομένοιο καὶ αὐτοῦ
  9. πατρὸς ἀταρβήτοιο κλέος καὶ κῦδος ἀρέσθαι.
  10. ἥ δέ που ἐν θαλάμοισιν ἀκηχεμένη περὶ παιδὶ
  11. ἐσθλὴ Δηιδάμεια πολύστονα δάκρυα χεῦε,
  12. καί οἱ ἐνὶ φρεσὶ θυμὸς ὑπʼ ἀργαλέῃσιν ἀνίῃς
  13. τήκεθʼ ὅπως ἀλαπαδνὸς ἐπʼ ἀνθρακίῃσι μόλιβδος
  14. ἠὲ τρύφος κηροῖο· γόος δέ μιν οὔποτʼ ἔλειπε
  15. δερκομένην ἐπὶ πόντον ἀπείριτον· οὕνεκα μήτηρ