Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- ἀλλά μιν εἰσέτι μητρὸς ἐνὶ μεγάροισιν ἔρυκε
- δακρυόεις ὀαρισμὸς ἐπισπεύδοντα πόδεσσιν.
- ὡς δʼ ὅτε τις θοὸν ἵππον ἐπὶ δρόμον ἰσχανόωντα
- εἴργει ἐφεζόμενος, ὁ δʼ ἐρυκανόωντα χαλινὸν
- δάπτει ἐπιχρεμέθων, στέρνον δέ οἱ ἀφριόωντος
- δεύεται, οὐδʼ ἵστανται ἐελδόμενοι πόδες οἴμης,
- πουλὺς δʼ ἀμφʼ ἔνα χῶρον ἐλαφροτάτοις ὑπὸ ποσσὶ
- ταρφέα κινυμένοιο πέλει κτύπος, ἀμφὶ δὲ χαῖται
- ῥώοντʼ ἐσσυμένοιο, κάρη δʼ εἰς ὕψος ἀείρει
- φυσιόων μάλα πολλά, νόος δʼ ἐπιτέρπετʼ ἄνακτος·
- ὣς ἄρα κύδιμον υἷα μενεπτολέμου Ἀχιλῆος
- μήτηρ μὲν κατέρυκε, πόδες δέ οἱ ἐγκονέεσκον·
- ἡ δὲ καὶ ἀχνυμένη περ ἑῷ ἐπαγάλλετο παιδί.
- ὃς δέ μιν ἀμφικύσας μάλα μυρία κάλλιπε μούνην
- μυρομένην ἀλεγεινὰ φίλου κατὰ δώματα πατρός·