Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. τῆμος, ὅτʼ αἰγοκερῆι συνέρχεται ἠερόεντι
  2. ἠέλιος μετόπισθε βαλὼν ῥυτῆρα βελέμνων
  3. τοξευτήν, ὅτε χεῖμα λυγρὸν κλονέουσιν ἄελλαι,
  4. ἢ ὁπότʼ Ὠκεανοῖο κατὰ πλατὺ χεῦμα φέρονται
  5. ἄστρα κατερχομένοιο ποτὶ κνέφας Ὠρίωνος·
  6. δείδιε δʼ ἐν φρεσὶ σῇσιν ἰσημερίην ἀλεγεινήν,
  7. ᾗ ἔνι συμφορέονται ἀνʼ εὐρέα βένθεα πόντου
  8. ἔκποθεν ἀΐσσουσαι ὑπὲρ μέγα λαῖτμα θύελλαι,
  9. ἢ ὅτε Πληιάδων πέλεται δύσις, ἥν ῥα καὶ αὐτὴν
  10. δείδιθι μαιμώωσαν ἔσω ἁλὸς ἠδὲ καὶ ἄλλα
  11. ἄστρα, τά που μογεροῖσι πέλει δέος ἀνθρώποισι
  12. δυόμενʼ ἢ ἀνιόντα κατὰ πλατὺ χεῦμα θαλάσσης.
  13. ὣς εἰπὼν κύσε παῖδα καὶ οὐκ ἀνέεργε κελεύθου
  14. ἱμείροντα μόθοιο δυσηχέος· ὃς δʼ ἐρατεινὸν
  15. μειδιόων ἐπὶ νῆα θοῶς ὥρμαινε νέεσθαι.