Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- αἰνῶς τειρομένοιο· κίχεν δέ μιν ἄλλοτε μέν που
- ἐκχύμενον περὶ σῆμα πολύστονον, ἄλλοτε δʼ αὖτε
- ἀμφὶ κάρη χεύοντα κόνιν καὶ στήθεα χερσὶ
- θεινόμενον κρατερῇσι καὶ οὔνομα κικλήσκοντα
- οἷο κασιγνήτοιο· περιστενάχοντο δʼ ἄνακτα
- δμῶες ὁμῶς ἑτάροισι· κακὴ δʼ ἔχε πάντας ὀϊζύς.
- καί ῥʼ ὅγε μειλιχίοισι μέγʼ ἀχνύμενον προσέειπεν·
- ἴσχεο λευγαλέοιο γόου καὶ πένθεος αἰνοῦ,
- ὦ τέκος· οὐ γὰρ ἔοικε περίφρονα φῶτα γεγῶτα
- μύρεσθʼ οἷα γυναῖκα παρʼ οὐκέτʼ ἐόντι πεσόντα·
- οὐ γὰρ ἀναστήσεις μιν ἔτʼ ἐς φάος, οὕνεκʼ ἄϊστος
- ψυχή οἱ πεπότηται ἐς ἠέρα, σῶμα δʼ ἄνευθεν
- πῦρ ὀλοὸν κατέδαψε καὶ ὀστέα δέξατο γαῖα·
- αὕτως δʼ, ὡς ἀνέθηλε, καὶ ἔφθιτο. τέτλαθι δʼ ἄλγος
- ἄσπετον, ὥς περ ἔγωγε Μαχάονος οὔτι χερείω