Fall of Troy

Quintus Smyrnaeus

Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.

  1. αἶψα δʼ ἀρʼ ἀμφοτέροις αὐτὸν περὶ σῆμα βάλοντο.
  2. καὶ τότʼ ἄρʼ ἐν πεδίῳ ἔτι μαίνετο λοίγιος Ἄρης·
  3. ὦρτο δʼ ἄρʼ ἀμφοτέρωθε μέγας κόναβος καὶ ἀϋτὴ
  4. ῥηγνυμένων λάεσσι καὶ ἐγχείῃσι βοειῶν·
  5. καί ῥʼ οἱ μὲν πονέοντο πολυκμήτῳ ὑπʼ Ἄρηι·
  6. νωλεμέως δʼ ἄρʼ ἄπαστος ἐδητύος ἐν κονίῃσι
  7. κεῖτο μέγα στενάχων Ποδαλείριος· οὐδʼ ὅ γε σῆμα
  8. λεῖπε κασιγνήτοιο· νόος δέ οἱ ὁρμαίνεσκε
  9. χερσὶν ὑπὸ σφετέρῃσιν ἀνηλεγέως ἀπολέσθαι.
  10. καί ῥʼ ὁτὲ μὲν βάλε χεῖρας ἐπὶ ξίφος, ἄλλοτε δʼ αὖτε
  11. δίζετο φάρμακον αἰνόν· ἑοὶ δέ μιν εἶργον ἑταῖροι
  12. πολλὰ παρηγορέοντες· ὁ δʼ οὐκ ἀπέληγεν ἀνίης.
  13. καί νύ κε θυμόν ἑῇσιν ὑπαὶ παλάμῃσιν ὄλεσσεν
  14. ἐσθλοῦ ἀδελφειοῖο νεοκμήτῳ ἐπὶ τύμβῳ,
  15. εἰ μὴ Νηλέος υἱὸς ἐπέκλυεν, οὐδʼ ἀμέλησεν