Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- δῖα Θέτις· τὰ δʼ ἄρʼ αὖθις ἐελδόμενός περ ἔγωγε
- δώσω προφρονέως, ὁπότʼ Ἴλιον εἰσαφίκηαι.
- καί νύ σε καὶ Μενέλαος, ἐπὴν Πριάμοιο πόληα
- πέρσαντες νήεσσιν ἐς Ἑλλάδα νοστήσωμεν,
- αὐτίκα γαμβρὸν ἑὸν [*](Zimmermann, ex P for oi( gambro\n of Koechly.) ποιήσεται, ἢν ἐθέλῃσθα,
- ἀμφʼ εὐεργεσίης· δώσει δέ τοι ἄσπετʼ ἄγεσθαι
- κτήματά τε χρυσόν τε μετʼ ἠϋκόμοιο θυγατρός,
- ὅσσʼ ἐπέοικεν ἕπεσθαι ἐϋκτεάνῳ βασιλῆι.
- ὣς φάμενον προσέειπεν Ἀχιλλέος ὄβριμος υἱός·
- εἰ μὲν δὴ καλέουσι θεοπροπίῃσιν Ἀχαιοί,
- αὔριον αἶψα νεώμεθʼ ἐπʼ εὐρέα βένθεα πόντου,
- ἤν τι φάος Δαναοῖσι λιλαιομένοισι γένωμαι·
- νῦν δʼ ἴομεν ποτὶ δώματʼ ἐΰξεινόν τε τράπεζαν,
- οἵην περ ξείνοισι θέμις παρατεκτήνασθαι·
- ἀμφὶ δʼ ἐμοῖο γάμοιο θεοῖς μετόπισθε μελήσει.