Fall of Troy
Quintus Smyrnaeus
Quintus Smyrnaeus. Fall of Troy. Way, Arthur S., editor. London: W. Heinemann; New York: The Macmillan Co., 1913.
- θνητῶν τεύχεσι κεῖνα, θεοῦ δέ που Ἄρεος ὅπλοις
- ἶσα πέλει· πουλὺς δὲ περί σφισι πάμπαν ἄρηρε
- χρυσὸς δαιδαλέοισι κεκασμένος, οἷσι κοὶ αὐτὸς
- Ηφαιστος μέγα θυμὸν ἐν ἀθανάτοισιν ἰάνθη
- τεύχων ἄμβροτα κεῖνα, τά σοι μέγα θαῦμα ἰδόντι
- ἔσσεται, οὕνεκα γαῖα καὶ οὐρανὸς ἠδὲ θάλασσα
- ἀμφὶ σάκος πεπόνηται ἀπειρεσίῳ τʼ ἐνὶ [*](Zimmermann, for peri\ ku/klw| of v.) κύκλῳ
- ζῷα πέριξ ἤσκηνται ἐοικότα κινυμένοισι,
- θαῦμα καὶ ἀθανάτοισι· βροτῶν δʼ οὐπώποτε τοῖα
- οὔτε τις ἔδρακε πρόσθεν ἐν ἀνδράσιν οὔτʼ ἐφόρησεν,
- εἰ μὴ σός γε πατήρ, τὸν ἴσον Διὶ τῖον Ἀχαιοὶ
- πάντες, ἐγὼ δὲ μάλιστα φάλα φρονέων ἀγάπαζον·
- καί οἱ ἀποκταμένοιο νέκυν ποτὶ νῆας ἔνεικα
- πολλοῖς δυσμενέεσσιν ἀνηλέα πότμον ὀπάσσας·
- τοὔνεκά μοι κείνοιο περικλυτὰ τεύχεα δῶκε